Premier Livre des Rois
1,53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων, καὶ εἶπεν αὐτῷ Σαλωμων Δεῦρο εἰς τὸν οἶκόν σου. ( ) 2,1 Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν, καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων ( ) 2,2 Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα ( ) 2,3 καὶ φυλάξεις τὴν φυλακὴν κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, ( ) 2,4 ἵνα στήσῃ κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων Ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν, λέγων Οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ. ( )

2,5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ, τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαι υἱῷ Ιεθερ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ


1144 Bible des peuples sur verset 2018-08-25: Joab… Chiméï… (5 et 8) : David leur avait pardonné, pourquoi demande-t-il maintenant à Salomon de les tuer ? Il ne s’agit pas d’une rancune de David, mais d’une attitude superstitieuse : pour les hommes de ce temps-là, la malédiction proférée par Chiméï (2Samuel 16.6) ou par n’importe quel autre, demeure comme suspendue dans l’air et peut retomber tout à coup sur les descendants de David. Le meilleur moyen d’éviter que la malédiction ne leur fasse du tort, est de la faire retomber sur Chiméï lui-même. De même, le sang versé par Joab (2Samuel 3.28) “crie vers le ciel” et il vaut mieux l’éliminer pour que la “justice de Dieu” se déverse sur lui et non sur les enfants de David. Salomon sera l’exemple d’un homme auquel Dieu a donné tout ce qu’on peut désirer. Grâce à ses victoires, David lui a laissé une nation forte. L’économie est saine et le peuple est dynamique. “Salomon le magnifique” gaspillera tout : il est en cela l’image de son peuple. Comblé de bienfaits par Dieu, “il s’est rassasié, il a engraissé comme un taureau, puis il a résisté et il a repoussé Dieu” (Deutéronome 32.15).

( )
2,6 καὶ ποιήσεις κατὰ τὴν σοφίαν σου καὶ οὐ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν εἰρήνῃ εἰς ᾅδου. ( ) 2,7 καὶ τοῖς υἱοῖς Βερζελλι τοῦ Γαλααδίτου ποιήσεις ἔλεος, καὶ ἔσονται ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου, ὅτι οὕτως ἤγγισάν μοι ἐν τῷ με ἀποδιδράσκειν ἀπὸ προσώπου Αβεσσαλωμ τοῦ ἀδελφοῦ σου. ( ) 2,8 καὶ ἰδοὺ μετὰ σοῦ Σεμει υἱὸς Γηρα υἱὸς τοῦ Ιεμενι ἐκ Βαουριμ, καὶ αὐτὸς κατηράσατό με κατάραν ὀδυνηρὰν τῇ ἡμέρᾳ, ᾗ ἐπορευόμην εἰς Παρεμβολάς, καὶ αὐτὸς κατέβη εἰς ἀπαντήν μου εἰς τὸν Ιορδάνην, καὶ ὤμοσα αὐτῷ ἐν κυρίῳ λέγων Εἰ θανατώσω σε ἐν ῥομφαίᾳ· ( ) 2,9 καὶ οὐ μὴ ἀθῳώσῃς αὐτόν, ὅτι ἀνὴρ σοφὸς εἶ σὺ καὶ γνώσῃ ἃ ποιήσεις αὐτῷ, καὶ κατάξεις τὴν πολιὰν αὐτοῦ ἐν αἵματι εἰς ᾅδου. ( ) 2,10 καὶ ἐκοιμήθη Δαυιδ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει Δαυιδ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: