Premier Livre des Rois
1,48 καί γε οὕτως εἶπεν ὁ βασιλεύς Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἔδωκεν σήμερον ἐκ τοῦ σπέρματός μου καθήμενον ἐπὶ τοῦ θρόνου μου, καὶ οἱ ὀφθαλμοί μου βλέπουσιν. ( ) 1,49 Καὶ ἐξέστησαν καὶ ἐξανέστησαν πάντες οἱ κλητοὶ τοῦ Αδωνιου καὶ ἀπῆλθον ἀνὴρ εἰς τὴν ὁδὸν αὐτοῦ. ( ) 1,50 καὶ Αδωνιας ἐφοβήθη ἀπὸ προσώπου Σαλωμων καὶ ἀνέστη καὶ ἀπῆλθεν καὶ ἐπελάβετο τῶν κεράτων τοῦ θυσιαστηρίου. ( ) 1,51 καὶ ἀνηγγέλη τῷ Σαλωμων λέγοντες Ἰδοὺ Αδωνιας ἐφοβήθη τὸν βασιλέα Σαλωμων καὶ κατέχει τῶν κεράτων τοῦ θυσιαστηρίου λέγων Ὀμοσάτω μοι σήμερον ὁ βασιλεὺς Σαλωμων εἰ οὐ θανατώσει τὸν δοῦλον αὐτοῦ ἐν ῥομφαίᾳ. ( ) 1,52 καὶ εἶπεν Σαλωμων Ἐὰν γένηται εἰς υἱὸν δυνάμεως, εἰ πεσεῖται τῶν τριχῶν αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ ἐὰν κακία εὑρεθῇ ἐν αὐτῷ, θανατωθήσεται. ( )

1,53 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Σαλωμων καὶ κατήνεγκεν αὐτὸν ἀπάνωθεν τοῦ θυσιαστηρίου· καὶ εἰσῆλθεν καὶ προσεκύνησεν τῷ βασιλεῖ Σαλωμων, καὶ εἶπεν αὐτῷ Σαλωμων Δεῦρο εἰς τὸν οἶκόν σου.


( )
2,1 Καὶ ἤγγισαν αἱ ἡμέραι Δαυιδ ἀποθανεῖν αὐτόν, καὶ ἐνετείλατο τῷ Σαλωμων υἱῷ αὐτοῦ λέγων ( ) 2,2 Ἐγώ εἰμι πορεύομαι ἐν ὁδῷ πάσης τῆς γῆς· καὶ ἰσχύσεις καὶ ἔσῃ εἰς ἄνδρα ( ) 2,3 καὶ φυλάξεις τὴν φυλακὴν κυρίου τοῦ θεοῦ σου τοῦ πορεύεσθαι ἐν ταῖς ὁδοῖς αὐτοῦ φυλάσσειν τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα καὶ τὰ κρίματα τὰ γεγραμμένα ἐν νόμῳ Μωυσέως, ἵνα συνίῃς ἃ ποιήσεις κατὰ πάντα, ὅσα ἂν ἐντείλωμαί σοι, ( ) 2,4 ἵνα στήσῃ κύριος τὸν λόγον αὐτοῦ, ὃν ἐλάλησεν λέγων Ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν πορεύεσθαι ἐνώπιον ἐμοῦ ἐν ἀληθείᾳ ἐν ὅλῃ καρδίᾳ αὐτῶν καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν, λέγων Οὐκ ἐξολεθρευθήσεταί σοι ἀνὴρ ἐπάνωθεν θρόνου Ισραηλ. ( ) 2,5 καί γε σὺ ἔγνως ὅσα ἐποίησέν μοι Ιωαβ υἱὸς Σαρουιας, ὅσα ἐποίησεν τοῖς δυσὶν ἄρχουσιν τῶν δυνάμεων Ισραηλ, τῷ Αβεννηρ υἱῷ Νηρ καὶ τῷ Αμεσσαι υἱῷ Ιεθερ, καὶ ἀπέκτεινεν αὐτοὺς καὶ ἔταξεν τὰ αἵματα πολέμου ἐν εἰρήνῃ καὶ ἔδωκεν αἷμα ἀθῷον ἐν τῇ ζώνῃ αὐτοῦ τῇ ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: