Premier Livre des Rois
1,36 καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως· ( ) 1,37 καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ. ( ) 1,38 καὶ κατέβη Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης καὶ Βαναιας υἱὸς Ιωδαε καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ ἐπεκάθισαν τὸν Σαλωμων ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως Δαυιδ καὶ ἀπήγαγον αὐτὸν εἰς τὸν Γιων. ( ) 1,39 καὶ ἔλαβεν Σαδωκ ὁ ἱερεὺς τὸ κέρας τοῦ ἐλαίου ἐκ τῆς σκηνῆς καὶ ἔχρισεν τὸν Σαλωμων καὶ ἐσάλπισεν τῇ κερατίνῃ, καὶ εἶπεν πᾶς ὁ λαός Ζήτω ὁ βασιλεὺς Σαλωμων. ( ) 1,40 καὶ ἀνέβη πᾶς ὁ λαὸς ὀπίσω αὐτοῦ καὶ ἐχόρευον ἐν χοροῖς καὶ εὐφραινόμενοι εὐφροσύνην μεγάλην, καὶ ἐρράγη ἡ γῆ ἐν τῇ φωνῇ αὐτῶν. ( )

1,41 Καὶ ἤκουσεν Αδωνιας καὶ πάντες οἱ κλητοὶ αὐτοῦ, καὶ αὐτοὶ συνετέλεσαν φαγεῖν· καὶ ἤκουσεν Ιωαβ τὴν φωνὴν τῆς κερατίνης καὶ εἶπεν Τίς ἡ φωνὴ τῆς πόλεως ἠχούσης.,


( )
1,42 ἔτι αὐτοῦ λαλοῦντος καὶ ἰδοὺ Ιωναθαν υἱὸς Αβιαθαρ τοῦ ἱερέως ἦλθεν, καὶ εἶπεν Αδωνιας Εἴσελθε, ὅτι ἀνὴρ δυνάμεως εἶ σύ, καὶ ἀγαθὰ εὐαγγέλισαι. ( ) 1,43 καὶ ἀπεκρίθη Ιωναθαν καὶ εἶπεν Καὶ μάλα ὁ κύριος ἡμῶν ὁ βασιλεὺς Δαυιδ ἐβασίλευσεν τὸν Σαλωμων· ( ) 1,44 καὶ ἀπέστειλεν ὁ βασιλεὺς μετ αὐτοῦ τὸν Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε καὶ τὸν χερεθθι καὶ τὸν φελεθθι, καὶ ἐπεκάθισαν αὐτὸν ἐπὶ τὴν ἡμίονον τοῦ βασιλέως· ( ) 1,45 καὶ ἔχρισαν αὐτὸν Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐν τῷ Γιων, καὶ ἀνέβησαν ἐκεῖθεν εὐφραινόμενοι, καὶ ἤχησεν ἡ πόλις· αὕτη ἡ φωνή, ἣν ἠκούσατε. ( ) 1,46 καὶ ἐκάθισεν Σαλωμων ἐπὶ θρόνον τῆς βασιλείας, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: