Premier Livre des Rois
1,27 εἰ διὰ τοῦ κυρίου μου τοῦ βασιλέως γέγονεν τὸ ῥῆμα τοῦτο καὶ οὐκ ἐγνώρισας τῷ δούλῳ σου τίς καθήσεται ἐπὶ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως μετ αὐτόν., ( ) 1,28 καὶ ἀπεκρίθη Δαυιδ καὶ εἶπεν Καλέσατέ μοι τὴν Βηρσαβεε· καὶ εἰσῆλθεν ἐνώπιον τοῦ βασιλέως καὶ ἔστη ἐνώπιον αὐτοῦ. ( ) 1,29 καὶ ὤμοσεν ὁ βασιλεὺς καὶ εἶπεν Ζῇ κύριος, ὃς ἐλυτρώσατο τὴν ψυχήν μου ἐκ πάσης θλίψεως, ( ) 1,30 ὅτι καθὼς ὤμοσά σοι ἐν κυρίῳ τῷ θεῷ Ισραηλ λέγων ὅτι Σαλωμων ὁ υἱός σου βασιλεύσει μετ ἐμὲ καὶ αὐτὸς καθήσεται ἐπὶ τοῦ θρόνου μου ἀντ ἐμοῦ, ὅτι οὕτως ποιήσω τῇ ἡμέρᾳ ταύτῃ. ( ) 1,31 καὶ ἔκυψεν Βηρσαβεε ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν τῷ βασιλεῖ καὶ εἶπεν Ζήτω ὁ κύριός μου ὁ βασιλεὺς Δαυιδ εἰς τὸν αἰῶνα. ( )

1,32 καὶ εἶπεν ὁ βασιλεὺς Δαυιδ Καλέσατέ μοι Σαδωκ τὸν ἱερέα καὶ Ναθαν τὸν προφήτην καὶ Βαναιαν υἱὸν Ιωδαε· καὶ εἰσῆλθον ἐνώπιον τοῦ βασιλέως.


1142 Bible des peuples sur verset 2018-08-25: On notera la présence simultanée du prêtre Sadoc et du prophète Nathan. Les descendants de David sont déjà installés dans le système royal tel qu’il existait aussi bien en Égypte que dans les pays de l’Est. Le roi était consacré par un prêtre, et il devait être proclamé par un prophète qui déclamait à l’occasion une sentence divine avec des bénédictions très spéciales pour le nouveau souverain. Ce genre de rituel était tellement inscrit dans les mœurs qu’on en retrouve la trace jusqu’en Néhémie 6.7. Mais le cas qui nous intéresse davantage est celui des Psaume 2 et 109(110). Bien que rédigés très probablement à une époque tardive, ils se présentent l’un et l’autre comme la déclamation d’un prophète royal basée sur une parole divine.

( )
1,33 καὶ εἶπεν ὁ βασιλεὺς αὐτοῖς Λάβετε τοὺς δούλους τοῦ κυρίου ὑμῶν μεθ ὑμῶν καὶ ἐπιβιβάσατε τὸν υἱόν μου Σαλωμων ἐπὶ τὴν ἡμίονον τὴν ἐμὴν καὶ καταγάγετε αὐτὸν εἰς τὸν Γιων, ( ) 1,34 καὶ χρισάτω αὐτὸν ἐκεῖ Σαδωκ ὁ ἱερεὺς καὶ Ναθαν ὁ προφήτης εἰς βασιλέα ἐπὶ Ισραηλ, καὶ σαλπίσατε κερατίνῃ καὶ ἐρεῖτε Ζήτω ὁ βασιλεὺς Σαλωμων. ( ) 1,35 καὶ καθήσεται ἐπὶ τοῦ θρόνου μου καὶ αὐτὸς βασιλεύσει ἀντ ἐμοῦ, καὶ ἐγὼ ἐνετειλάμην τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ Ισραηλ καὶ Ιουδα. ( ) 1,36 καὶ ἀπεκρίθη Βαναιας υἱὸς Ιωδαε τῷ βασιλεῖ καὶ εἶπεν Γένοιτο· οὕτως πιστώσαι κύριος ὁ θεὸς τοῦ κυρίου μου τοῦ βασιλέως· ( ) 1,37 καθὼς ἦν κύριος μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, οὕτως εἴη μετὰ Σαλωμων καὶ μεγαλύναι τὸν θρόνον αὐτοῦ ὑπὲρ τὸν θρόνον τοῦ κυρίου μου τοῦ βασιλέως Δαυιδ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: