Second Livre de Samuel
24,17 καὶ εἶπεν Δαυιδ πρὸς κύριον ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τύπτοντα ἐν τῷ λαῷ καὶ εἶπεν Ἰδοὺ ἐγώ εἰμι ἠδίκησα καὶ ἐγώ εἰμι ὁ ποιμὴν ἐκακοποίησα, καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν., γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου. ( ) 24,18 καὶ ἦλθεν Γαδ πρὸς Δαυιδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ εἶπεν αὐτῷ Ἀνάβηθι καὶ στῆσον τῷ κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ορνα τοῦ Ιεβουσαίου. ( ) 24,19 καὶ ἀνέβη Δαυιδ κατὰ τὸν λόγον Γαδ, καθ ὃν τρόπον ἐνετείλατο αὐτῷ κύριος. ( ) 24,20 καὶ διέκυψεν Ορνα καὶ εἶδεν τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ, καὶ ἐξῆλθεν Ορνα καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν. ( ) 24,21 καὶ εἶπεν Ορνα Τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ., καὶ εἶπεν Δαυιδ Κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ. ( )

24,22 καὶ εἶπεν Ορνα πρὸς Δαυιδ Λαβέτω καὶ ἀνενεγκέτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.


( )
24,23 τὰ πάντα ἔδωκεν Ορνα τῷ βασιλεῖ, καὶ εἶπεν Ορνα πρὸς τὸν βασιλέα Κύριος ὁ θεός σου εὐλογήσαι σε. ( ) 24,24 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ορνα Οὐχί, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀλλάγματι καὶ οὐκ ἀνοίσω τῷ κυρίῳ θεῷ μου ὁλοκαύτωμα δωρεάν· καὶ ἐκτήσατο Δαυιδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα. ( ) 24,25 καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυιδ θυσιαστήριον κυρίῳ καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέθηκεν Σαλωμων ἐπὶ τὸ θυσιαστήριον ἐπ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις. καὶ ἐπήκουσεν κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ισραηλ. ( )
Premier Livre des Rois
1,1 Καὶ ὁ βασιλεὺς Δαυιδ πρεσβύτερος προβεβηκὼς ἡμέραις, καὶ περιέβαλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμαίνετο. ( ) 1,2 καὶ εἶπον οἱ παῖδες αὐτοῦ Ζητησάτωσαν τῷ κυρίῳ ἡμῶν τῷ βασιλεῖ παρθένον νεάνιδα, καὶ παραστήσεται τῷ βασιλεῖ καὶ ἔσται αὐτὸν θάλπουσα καὶ κοιμηθήσεται μετ αὐτοῦ, καὶ θερμανθήσεται ὁ κύριος ἡμῶν ὁ βασιλεύς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 19