Livre de la Genèse
30,33 καὶ ἐπακούσεταί μοι ἡ δικαιοσύνη μου ἐν τῇ ἡμέρᾳ τῇ αὔριον, ὅτι ἐστὶν ὁ μισθός μου ἐνώπιόν σου· πᾶν, ὃ ἐὰν μὴ ᾖ ῥαντὸν καὶ διάλευκον ἐν ταῖς αἰξὶν καὶ φαιὸν ἐν τοῖς ἀρνάσιν, κεκλεμμένον ἔσται παρ ἐμοί. ( ) 30,34 εἶπεν δὲ αὐτῷ Λαβαν Ἔστω κατὰ τὸ ῥῆμά σου. ( ) 30,35 καὶ διέστειλεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τοὺς τράγους τοὺς ῥαντοὺς καὶ τοὺς διαλεύκους καὶ πάσας τὰς αἶγας τὰς ῥαντὰς καὶ τὰς διαλεύκους καὶ πᾶν, ὃ ἦν λευκὸν ἐν αὐτοῖς, καὶ πᾶν, ὃ ἦν φαιὸν ἐν τοῖς ἀρνάσιν, καὶ ἔδωκεν διὰ χειρὸς τῶν υἱῶν αὐτοῦ. ( ) 30,36 καὶ ἀπέστησεν ὁδὸν τριῶν ἡμερῶν ἀνὰ μέσον αὐτῶν καὶ ἀνὰ μέσον Ιακωβ· Ιακωβ δὲ ἐποίμαινεν τὰ πρόβατα Λαβαν τὰ ὑπολειφθέντα. ( ) 30,37 ἔλαβεν δὲ ἑαυτῷ Ιακωβ ῥάβδον στυρακίνην χλωρὰν καὶ καρυίνην καὶ πλατάνου, καὶ ἐλέπισεν αὐτὰς Ιακωβ λεπίσματα λευκὰ περισύρων τὸ χλωρόν· ἐφαίνετο δὲ ἐπὶ ταῖς ῥάβδοις τὸ λευκόν, ὃ ἐλέπισεν, ποικίλον. ( )

30,38 καὶ παρέθηκεν τὰς ῥάβδους, ἃς ἐλέπισεν, ἐν ταῖς ληνοῖς τῶν ποτιστηρίων τοῦ ὕδατος, ἵνα, ὡς ἂν ἔλθωσιν τὰ πρόβατα πιεῖν ἐνώπιον τῶν ῥάβδων, ἐλθόντων αὐτῶν εἰς τὸ πιεῖν,


( )
30,39 ἐγκισσήσωσιν τὰ πρόβατα εἰς τὰς ῥάβδους· καὶ ἔτικτον τὰ πρόβατα διάλευκα καὶ ποικίλα καὶ σποδοειδῆ ῥαντά. ( ) 30,40 τοὺς δὲ ἀμνοὺς διέστειλεν Ιακωβ καὶ ἔστησεν ἐναντίον τῶν προβάτων κριὸν διάλευκον καὶ πᾶν ποικίλον ἐν τοῖς ἀμνοῖς· καὶ διεχώρισεν ἑαυτῷ ποίμνια καθ ἑαυτὸν καὶ οὐκ ἔμιξεν αὐτὰ εἰς τὰ πρόβατα Λαβαν. ( ) 30,41 ἐγένετο δὲ ἐν τῷ καιρῷ, ᾧ ἐνεκίσσησεν τὰ πρόβατα ἐν γαστρὶ λαμβάνοντα, ἔθηκεν Ιακωβ τὰς ῥάβδους ἐναντίον τῶν προβάτων ἐν ταῖς ληνοῖς τοῦ ἐγκισσῆσαι αὐτὰ κατὰ τὰς ῥάβδους· ( ) 30,42 ἡνίκα δ ἂν ἔτεκον τὰ πρόβατα, οὐκ ἐτίθει· ἐγένετο δὲ τὰ ἄσημα τοῦ Λαβαν, τὰ δὲ ἐπίσημα τοῦ Ιακωβ. ( ) 30,43 καὶ ἐπλούτησεν ὁ ἄνθρωπος σφόδρα σφόδρα, καὶ ἐγένετο αὐτῷ κτήνη πολλὰ καὶ βόες καὶ παῖδες καὶ παιδίσκαι καὶ κάμηλοι καὶ ὄνοι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 2 document(s) de référence: , § La Trinité 11 la trinité dans l'homme § 5,