Second Livre de Samuel
22,50 διὰ τοῦτο ἐξομολογήσομαί σοι, κύριε, ἐν τοῖς ἔθνεσιν καὶ ἐν τῷ ὀνόματί σου ψαλῶ, ( ) 22,51 μεγαλύνων σωτηρίας βασιλέως αὐτοῦ καὶ ποιῶν ἔλεος τῷ χριστῷ αὐτοῦ, τῷ Δαυιδ καὶ τῷ σπέρματι αὐτοῦ ἕως αἰῶνος. ( ) 23,1 Καὶ οὗτοι οἱ λόγοι Δαυιδ οἱ ἔσχατοι Πιστὸς Δαυιδ υἱὸς Ιεσσαι, καὶ πιστὸς ἀνήρ, ὃν ἀνέστησεν κύριος ἐπὶ χριστὸν θεοῦ Ιακωβ, καὶ εὐπρεπεῖς ψαλμοὶ Ισραηλ. ( ) 23,2 πνεῦμα κυρίου ἐλάλησεν ἐν ἐμοί, καὶ ὁ λόγος αὐτοῦ ἐπὶ γλώσσης μου· ( ) 23,3 λέγει ὁ θεὸς Ισραηλ, ἐμοὶ ἐλάλησεν φύλαξ Ισραηλ Παραβολὴν εἰπόν Ἐν ἀνθρώπῳ πῶς κραταιώσητε φόβον θεοῦ., ( )

23,4 καὶ ἐν θεῷ φωτὶ πρωίας ἀνατείλαι ἥλιος, τὸ πρωὶ οὐ παρῆλθεν ἐκ φέγγους καὶ ὡς ἐξ ὑετοῦ χλόης ἀπὸ γῆς.


( )
23,5 οὐ γὰρ οὕτως ὁ οἶκός μου μετὰ ἰσχυροῦ., διαθήκην γὰρ αἰώνιον ἔθετό μοι, ἑτοίμην ἐν παντὶ καιρῷ, πεφυλαγμένην, ὅτι πᾶσα σωτηρία μου καὶ πᾶν θέλημα, ὅτι οὐ μὴ βλαστήσῃ ὁ παράνομος. ( ) 23,6 ὥσπερ ἄκανθα ἐξωσμένη πάντες αὐτοί, ὅτι οὐ χειρὶ λημφθήσονται, ( ) 23,7 καὶ ἀνὴρ οὐ κοπιάσει ἐν αὐτοῖς, καὶ πλῆρες σιδήρου καὶ ξύλον δόρατος, καὶ ἐν πυρὶ καύσει καυθήσονται αἰσχύνῃ αὐτῶν. ( ) 23,8 Ταῦτα τὰ ὀνόματα τῶν δυνατῶν Δαυιδ· Ιεβοσθε ὁ Χαναναῖος ἄρχων τοῦ τρίτου ἐστίν, Αδινων ὁ Ασωναῖος. οὗτος ἐσπάσατο τὴν ῥομφαίαν αὐτοῦ ἐπὶ ὀκτακοσίους τραυματίας εἰς ἅπαξ. ( ) 23,9 καὶ μετ αὐτὸν Ελεαζαρ υἱὸς πατραδέλφου αὐτοῦ υἱὸς Σουσίτου ἐν τοῖς τρισὶν δυνατοῖς. οὗτος ἦν μετὰ Δαυιδ ἐν Σερραν, καὶ ἐν τῷ ὀνειδίσαι αὐτὸν ἐν τοῖς ἀλλοφύλοις συνήχθησαν ἐκεῖ εἰς πόλεμον, καὶ ἀνέβησαν ἀνὴρ Ισραηλ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 19