Second Livre de Samuel
22,38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω, ἕως συντελέσω αὐτούς· ( ) 22,39 καὶ θλάσω αὐτούς, καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. ( ) 22,40 καὶ ἐνισχύσεις με δυνάμει εἰς πόλεμον, κάμψεις τοὺς ἐπανιστανομένους μοι ὑποκάτω μου· ( ) 22,41 καὶ τοὺς ἐχθρούς μου ἔδωκάς μοι νῶτον, τοὺς μισοῦντάς με, καὶ ἐθανάτωσας αὐτούς. ( ) 22,42 βοήσονται, καὶ οὐκ ἔστιν βοηθός, πρὸς κύριον, καὶ οὐχ ὑπήκουσεν αὐτῶν. ( )

22,43 καὶ ἐλέανα αὐτοὺς ὡς χοῦν γῆς, ὡς πηλὸν ἐξόδων ἐλέπτυνα αὐτούς.


( )
22,44 καὶ ῥύσῃ με ἐκ μάχης λαῶν, φυλάξεις με εἰς κεφαλὴν ἐθνῶν· λαός, ὃν οὐκ ἔγνων, ἐδούλευσάν μοι, ( ) 22,45 υἱοὶ ἀλλότριοι ἐψεύσαντό μοι, εἰς ἀκοὴν ὠτίου ἤκουσάν μου· ( ) 22,46 υἱοὶ ἀλλότριοι ἀπορριφήσονται καὶ σφαλοῦσιν ἐκ τῶν συγκλεισμῶν αὐτῶν. ( ) 22,47 ζῇ κύριος, καὶ εὐλογητὸς ὁ φύλαξ μου, καὶ ὑψωθήσεται ὁ θεός μου, ὁ φύλαξ τῆς σωτηρίας μου. ( ) 22,48 ἰσχυρὸς κύριος ὁ διδοὺς ἐκδικήσεις ἐμοί, παιδεύων λαοὺς ὑποκάτω μου ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18