Second Livre de Samuel
22,29 ὅτι σὺ ὁ λύχνος μου, κύριε, καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου. ( ) 22,30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος. ( ) 22,31 ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ αὐτῷ. ( ) 22,32 τίς ἰσχυρὸς πλὴν κυρίου., καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν., ( ) 22,33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· ( )

22,34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με·


( )
22,35 διδάσκων χεῖράς μου εἰς πόλεμον καὶ κατάξας τόξον χαλκοῦν ἐν βραχίονί μου. ( ) 22,36 καὶ ἔδωκάς μοι ὑπερασπισμὸν σωτηρίας μου, καὶ ἡ ὑπακοή σου ἐπλήθυνέν με ( ) 22,37 εἰς πλατυσμὸν εἰς τὰ διαβήματά μου ὑποκάτω μου, καὶ οὐκ ἐσαλεύθησαν τὰ σκέλη μου. ( ) 22,38 διώξω ἐχθρούς μου καὶ ἀφανιῶ αὐτοὺς καὶ οὐκ ἀναστρέψω, ἕως συντελέσω αὐτούς· ( ) 22,39 καὶ θλάσω αὐτούς, καὶ οὐκ ἀναστήσονται καὶ πεσοῦνται ὑπὸ τοὺς πόδας μου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18