Second Livre de Samuel
22,24 καὶ ἔσομαι ἄμωμος αὐτῷ καὶ προφυλάξομαι ἀπὸ τῆς ἀνομίας μου. ( ) 22,25 καὶ ἀποδώσει μοι κύριος κατὰ τὴν δικαιοσύνην μου καὶ κατὰ τὴν καθαριότητα τῶν χειρῶν μου ἐνώπιον τῶν ὀφθαλμῶν αὐτοῦ. ( ) 22,26 μετὰ ὁσίου ὁσιωθήσῃ καὶ μετὰ ἀνδρὸς τελείου τελειωθήσῃ ( ) 22,27 καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ στρεβλωθήσῃ. ( ) 22,28 καὶ τὸν λαὸν τὸν πτωχὸν σώσεις καὶ ὀφθαλμοὺς ἐπὶ μετεώρων ταπεινώσεις. ( )

22,29 ὅτι σὺ ὁ λύχνος μου, κύριε, καὶ κύριος ἐκλάμψει μοι τὸ σκότος μου.


( )
22,30 ὅτι ἐν σοὶ δραμοῦμαι μονόζωνος καὶ ἐν τῷ θεῷ μου ὑπερβήσομαι τεῖχος. ( ) 22,31 ὁ ἰσχυρός, ἄμωμος ἡ ὁδὸς αὐτοῦ, τὸ ῥῆμα κυρίου κραταιόν, πεπυρωμένον, ὑπερασπιστής ἐστιν πᾶσιν τοῖς πεποιθόσιν ἐπ αὐτῷ. ( ) 22,32 τίς ἰσχυρὸς πλὴν κυρίου., καὶ τίς κτίστης ἔσται πλὴν τοῦ θεοῦ ἡμῶν., ( ) 22,33 ὁ ἰσχυρὸς ὁ κραταιῶν με δυνάμει, καὶ ἐξετίναξεν ἄμωμον τὴν ὁδόν μου· ( ) 22,34 τιθεὶς τοὺς πόδας μου ὡς ἐλάφων καὶ ἐπὶ τὰ ὕψη ἱστῶν με· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18