Second Livre de Samuel
20,21 οὐχ οὗτος ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ, Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ, καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ Ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τ ( ) 20,22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ιωαβ ἀπ ( ) 20,23 Καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ, καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ ἐπὶ τοῦ φελεθθι, ( ) 20,24 καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου, καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων, ( ) 20,25 καὶ Σουσα γραμματεύς, καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς, ( )

20,26 καί γε Ιρας ὁ Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ.


( )
21,1 Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου. καὶ εἶπεν κύριος Ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας. ( ) 21,2 καὶ ἐκάλεσεν ὁ βασιλεὺς Δαυιδ τοὺς Γαβαωνίτας καὶ εἶπεν πρὸς αὐτούς· καὶ οἱ Γαβαωνῖται οὐχ υἱοὶ Ισραηλ εἰσίν, ὅτι ἀλλ ἢ ἐκ τοῦ λείμματος τοῦ Αμορραίου, καὶ οἱ υἱοὶ Ισραηλ ὤμοσαν αὐτοῖς· καὶ ἐζήτησεν Σαουλ πατάξαι αὐτοὺς ἐν τῷ ζηλῶσαι αὐτὸν τοὺς υἱοὺς Ισρα ( ) 21,3 καὶ εἶπεν Δαυιδ πρὸς τοὺς Γαβαωνίτας Τί ποιήσω ὑμῖν καὶ ἐν τίνι ἐξιλάσομαι καὶ εὐλογήσετε τὴν κληρονομίαν κυρίου., ( ) 21,4 καὶ εἶπαν αὐτῷ οἱ Γαβαωνῖται Οὐκ ἔστιν ἡμῖν ἀργύριον καὶ χρυσίον μετὰ Σαουλ καὶ μετὰ τοῦ οἴκου αὐτοῦ, καὶ οὐκ ἔστιν ἡμῖν ἀνὴρ θανατῶσαι ἐν Ισραηλ. καὶ εἶπεν Τί ὑμεῖς λέγετε καὶ ποιήσω ὑμῖν., ( ) 21,5 καὶ εἶπαν πρὸς τὸν βασιλέα Ὁ ἀνὴρ συνετέλεσεν ἐφ ἡμᾶς καὶ ἐδίωξεν ἡμᾶς, ὃς παρελογίσατο ἐξολεθρεῦσαι ἡμᾶς· ἀφανίσωμεν αὐτὸν τοῦ μὴ ἑστάναι αὐτὸν ἐν παντὶ ὁρίῳ Ισραηλ· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18