Second Livre de Samuel
20,17 καὶ προσήγγισεν πρὸς αὐτήν, καὶ εἶπεν ἡ γυνή Εἰ σὺ εἶ Ιωαβ., ὁ δὲ εἶπεν Ἐγώ. εἶπεν δὲ αὐτῷ Ἄκουσον τοὺς λόγους τῆς δούλης σου. καὶ εἶπεν Ιωαβ Ἀκούω ἐγώ εἰμι. ( ) 20,18 καὶ εἶπεν λέγουσα Λόγον ἐλάλησαν ἐν πρώτοις λέγοντες Ἠρωτημένος ἠρωτήθη ἐν τῇ Αβελ καὶ ἐν Δαν εἰ ἐξέλιπον ἃ ἔθεντο οἱ πιστοὶ τοῦ Ισραηλ, ἐρωτῶντες ἐπερωτήσουσιν ἐν Αβελ καὶ οὕτως εἰ ἐξέλιπον. ( ) 20,19 ἐγώ εἰμι εἰρηνικὰ τῶν στηριγμάτων Ισραηλ, σὺ δὲ ζητεῖς θανατῶσαι πόλιν καὶ μητρόπολιν ἐν Ισραηλ· ἵνα τί καταποντίζεις κληρονομίαν κυρίου., ( ) 20,20 καὶ ἀπεκρίθη Ιωαβ καὶ εἶπεν Ἵλεώς μοι ἵλεώς μοι, εἰ καταποντιῶ καὶ εἰ διαφθερῶ· ( ) 20,21 οὐχ οὗτος ὁ λόγος, ὅτι ἀνὴρ ἐξ ὄρους Εφραιμ, Σαβεε υἱὸς Βοχορι ὄνομα αὐτοῦ, καὶ ἐπῆρεν τὴν χεῖρα αὐτοῦ ἐπὶ τὸν βασιλέα Δαυιδ· δότε αὐτόν μοι μόνον, καὶ ἀπελεύσομαι ἀπάνωθεν τῆς πόλεως. καὶ εἶπεν ἡ γυνὴ πρὸς Ιωαβ Ἰδοὺ ἡ κεφαλὴ αὐτοῦ ῥιφήσεται πρὸς σὲ διὰ τ ( )

20,22 καὶ εἰσῆλθεν ἡ γυνὴ πρὸς πάντα τὸν λαὸν καὶ ἐλάλησεν πρὸς πᾶσαν τὴν πόλιν ἐν τῇ σοφίᾳ αὐτῆς· καὶ ἀφεῖλεν τὴν κεφαλὴν Σαβεε υἱοῦ Βοχορι καὶ ἔβαλεν πρὸς Ιωαβ. καὶ ἐσάλπισεν ἐν κερατίνῃ, καὶ διεσπάρησαν ἀπὸ τῆς πόλεως ἀνὴρ εἰς τὰ σκηνώματα αὐτοῦ· καὶ Ιωαβ ἀπ


( )
20,23 Καὶ Ιωαβ πρὸς πάσῃ τῇ δυνάμει Ισραηλ, καὶ Βαναιας υἱὸς Ιωδαε ἐπὶ τοῦ χερεθθι καὶ ἐπὶ τοῦ φελεθθι, ( ) 20,24 καὶ Αδωνιραμ ἐπὶ τοῦ φόρου, καὶ Ιωσαφατ υἱὸς Αχιλουθ ἀναμιμνῄσκων, ( ) 20,25 καὶ Σουσα γραμματεύς, καὶ Σαδωκ καὶ Αβιαθαρ ἱερεῖς, ( ) 20,26 καί γε Ιρας ὁ Ιαριν ἦν ἱερεὺς τοῦ Δαυιδ. ( ) 21,1 Καὶ ἐγένετο λιμὸς ἐν ταῖς ἡμέραις Δαυιδ τρία ἔτη, ἐνιαυτὸς ἐχόμενος ἐνιαυτοῦ, καὶ ἐζήτησεν Δαυιδ τὸ πρόσωπον τοῦ κυρίου. καὶ εἶπεν κύριος Ἐπὶ Σαουλ καὶ ἐπὶ τὸν οἶκον αὐτοῦ ἀδικία διὰ τὸ αὐτὸν θανάτῳ αἱμάτων περὶ οὗ ἐθανάτωσεν τοὺς Γαβαωνίτας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18