Second Livre de Samuel
20,5 καὶ ἐπορεύθη Αμεσσαι τοῦ βοῆσαι τὸν Ιουδαν καὶ ἐχρόνισεν ἀπὸ τοῦ καιροῦ, οὗ ἐτάξατο αὐτῷ Δαυιδ. ( ) 20,6 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα Νῦν κακοποιήσει ἡμᾶς Σαβεε υἱὸς Βοχορι ὑπὲρ Αβεσσαλωμ, καὶ νῦν σὺ λαβὲ μετὰ σεαυτοῦ τοὺς παῖδας τοῦ κυρίου σου καὶ καταδίωξον ὀπίσω αὐτοῦ, μήποτε ἑαυτῷ εὕρῃ πόλεις ὀχυρὰς καὶ σκιάσει τοὺς ὀφθαλμοὺς ἡμῶν. ( ) 20,7 καὶ ἐξῆλθον ὀπίσω αὐτοῦ οἱ ἄνδρες Ιωαβ καὶ ὁ χερεθθι καὶ ὁ φελεθθι καὶ πάντες οἱ δυνατοὶ καὶ ἐξῆλθαν ἐξ Ιερουσαλημ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι. ( ) 20,8 καὶ αὐτοὶ παρὰ τῷ λίθῳ τῷ μεγάλῳ τῷ ἐν Γαβαων, καὶ Αμεσσαι εἰσῆλθεν ἔμπροσθεν αὐτῶν. καὶ Ιωαβ περιεζωσμένος μανδύαν τὸ ἔνδυμα αὐτοῦ καὶ ἐπ αὐτῷ περιεζωσμένος μάχαιραν ἐζευγμένην ἐπὶ τῆς ὀσφύος αὐτοῦ ἐν κολεῷ αὐτῆς, καὶ ἡ μάχαιρα ἐξῆλθεν καὶ ἔπεσεν. ( ) 20,9 καὶ εἶπεν Ιωαβ τῷ Αμεσσαι Εἰ ὑγιαίνεις σύ, ἀδελφέ., καὶ ἐκράτησεν ἡ χεὶρ ἡ δεξιὰ Ιωαβ τοῦ πώγωνος Αμεσσαι τοῦ καταφιλῆσαι αὐτόν· ( )

20,10 καὶ Αμεσσαι οὐκ ἐφυλάξατο τὴν μάχαιραν τὴν ἐν τῇ χειρὶ Ιωαβ, καὶ ἔπαισεν αὐτὸν ἐν αὐτῇ Ιωαβ εἰς τὴν ψόαν, καὶ ἐξεχύθη ἡ κοιλία αὐτοῦ εἰς τὴν γῆν, καὶ οὐκ ἐδευτέρωσεν αὐτῷ, καὶ ἀπέθανεν. καὶ Ιωαβ καὶ Αβεσσα ὁ ἀδελφὸς αὐτοῦ ἐδίωξεν ὀπίσω Σαβεε υἱοῦ Βοχορι·


( )
20,11 καὶ ἀνὴρ ἔστη ἐπ αὐτὸν τῶν παιδαρίων Ιωαβ καὶ εἶπεν Τίς ὁ βουλόμενος Ιωαβ καὶ τίς τοῦ Δαυιδ, ὀπίσω Ιωαβ· ( ) 20,12 καὶ Αμεσσαι πεφυρμένος ἐν τῷ αἵματι ἐν μέσῳ τῆς τρίβου, καὶ εἶδεν ὁ ἀνὴρ ὅτι εἱστήκει πᾶς ὁ λαός, καὶ ἀπέστρεψεν τὸν Αμεσσαι ἐκ τῆς τρίβου εἰς ἀγρὸν καὶ ἐπέρριψεν ἐπ αὐτὸν ἱμάτιον, καθότι εἶδεν πάντα τὸν ἐρχόμενον ἐπ αὐτὸν ἑστηκότα· ( ) 20,13 ἡνίκα δὲ ἔφθασεν ἐκ τῆς τρίβου, παρῆλθεν πᾶς ἀνὴρ Ισραηλ ὀπίσω Ιωαβ τοῦ διῶξαι ὀπίσω Σαβεε υἱοῦ Βοχορι. ( ) 20,14 καὶ διῆλθεν ἐν πάσαις φυλαῖς Ισραηλ εἰς Αβελ καὶ εἰς Βαιθμαχα καὶ πάντες ἐν Χαρρι, καὶ ἐξεκκλησιάσθησαν καὶ ἦλθον κατόπισθεν αὐτοῦ. ( ) 20,15 καὶ παρεγενήθησαν καὶ ἐπολιόρκουν ἐπ αὐτὸν τὴν Αβελ καὶ τὴν Βαιθμαχα καὶ ἐξέχεαν πρόσχωμα πρὸς τὴν πόλιν, καὶ ἔστη ἐν τῷ προτειχίσματι, καὶ πᾶς ὁ λαὸς ὁ μετὰ Ιωαβ ἐνοοῦσαν καταβαλεῖν τὸ τεῖχος. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18