Second Livre de Samuel
19,28 καὶ μεθώδευσεν ἐν τῷ δούλῳ σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα, καὶ ὁ κύριός μου ὁ βασιλεὺς ὡς ἄγγελος τοῦ θεοῦ, καὶ ποίησον τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου· ( ) 19,29 ὅτι οὐκ ἦν πᾶς ὁ οἶκος τοῦ πατρός μου ἀλλ ἢ ὅτι ἄνδρες θανάτου τῷ κυρίῳ μου τῷ βασιλεῖ, καὶ ἔθηκας τὸν δοῦλόν σου ἐν τοῖς ἐσθίουσιν τὴν τράπεζάν σου· καὶ τί ἐστίν μοι ἔτι δικαίωμα καὶ τοῦ κεκραγέναι με ἔτι πρὸς τὸν βασιλέα., ( ) 19,30 καὶ εἶπεν αὐτῷ ὁ βασιλεύς Ἵνα τί λαλεῖς ἔτι τοὺς λόγους σου., εἶπον Σὺ καὶ Σιβα διελεῖσθε τὸν ἀγρόν. ( ) 19,31 καὶ εἶπεν Μεμφιβοσθε πρὸς τὸν βασιλέα Καί γε τὰ πάντα λαβέτω μετὰ τὸ παραγενέσθαι τὸν κύριόν μου τὸν βασιλέα ἐν εἰρήνῃ εἰς τὸν οἶκον αὐτοῦ. ( ) 19,32 καὶ Βερζελλι ὁ Γαλααδίτης κατέβη ἐκ Ρωγελλιμ καὶ διέβη μετὰ τοῦ βασιλέως τὸν Ιορδάνην ἐκπέμψαι αὐτὸν τὸν Ιορδάνην· ( )

19,33 καὶ Βερζελλι ἀνὴρ πρεσβύτερος σφόδρα, υἱὸς ὀγδοήκοντα ἐτῶν, καὶ αὐτὸς διέθρεψεν τὸν βασιλέα ἐν τῷ οἰκεῖν αὐτὸν ἐν Μαναιμ, ὅτι ἀνὴρ μέγας ἐστὶν σφόδρα.


( )
19,34 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Βερζελλι Σὺ διαβήσῃ μετ ἐμοῦ, καὶ διαθρέψω τὸ γῆράς σου μετ ἐμοῦ ἐν Ιερουσαλημ. ( ) 19,35 καὶ εἶπεν Βερζελλι πρὸς τὸν βασιλέα Πόσαι ἡμέραι ἐτῶν ζωῆς μου, ὅτι ἀναβήσομαι μετὰ τοῦ βασιλέως εἰς Ιερουσαλημ., ( ) 19,36 υἱὸς ὀγδοήκοντα ἐτῶν ἐγώ εἰμι σήμερον· μὴ γνώσομαι ἀνὰ μέσον ἀγαθοῦ καὶ κακοῦ., ἢ γεύσεται ὁ δοῦλός σου ἔτι ὃ φάγομαι ἢ πίομαι., ἢ ἀκούσομαι ἔτι φωνὴν ᾀδόντων καὶ ᾀδουσῶν., ἵνα τί ἔσται ἔτι ὁ δοῦλός σου εἰς φορτίον ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα., ( ) 19,37 ὡς βραχὺ διαβήσεται ὁ δοῦλός σου τὸν Ιορδάνην μετὰ τοῦ βασιλέως· καὶ ἵνα τί ἀνταποδίδωσίν μοι ὁ βασιλεὺς τὴν ἀνταπόδοσιν ταύτην., ( ) 19,38 καθισάτω δὴ ὁ δοῦλός σου καὶ ἀποθανοῦμαι ἐν τῇ πόλει μου παρὰ τῷ τάφῳ τοῦ πατρός μου καὶ τῆς μητρός μου· καὶ ἰδοὺ ὁ δοῦλός σου Χαμααμ διαβήσεται μετὰ τοῦ κυρίου μου τοῦ βασιλέως, καὶ ποίησον αὐτῷ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18