Second Livre de Samuel
18,21 καὶ εἶπεν Ιωαβ τῷ Χουσι Βαδίσας ἀνάγγειλον τῷ βασιλεῖ ὅσα εἶδες· καὶ προσεκύνησεν Χουσι τῷ Ιωαβ καὶ ἐξῆλθεν. ( ) 18,22 καὶ προσέθετο ἔτι Αχιμαας υἱὸς Σαδωκ καὶ εἶπεν πρὸς Ιωαβ Καὶ ἔστω ὅτι δράμω καί γε ἐγὼ ὀπίσω τοῦ Χουσι. καὶ εἶπεν Ιωαβ Ἵνα τί τοῦτο τρέχεις, υἱέ μου., δεῦρο, οὐκ ἔστιν σοι εὐαγγελία εἰς ὠφέλειαν πορευομένῳ. ( ) 18,23 καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι., καὶ εἶπεν αὐτῷ Ιωαβ Δράμε. καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν τοῦ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι. ( ) 18,24 καὶ Δαυιδ ἐκάθητο ἀνὰ μέσον τῶν δύο πυλῶν. καὶ ἐπορεύθη ὁ σκοπὸς εἰς τὸ δῶμα τῆς πύλης πρὸς τὸ τεῖχος καὶ ἐπῆρεν τοὺς ὀφθαλμοὺς αὐτοῦ καὶ εἶδεν καὶ ἰδοὺ ἀνὴρ τρέχων μόνος ἐνώπιον αὐτοῦ, ( ) 18,25 καὶ εἶπεν Τί γὰρ ἐὰν δραμοῦμαι., καὶ εἶπεν αὐτῷ Ιωαβ Δράμε. καὶ ἔδραμεν Αχιμαας ὁδὸν τὴν τοῦ Κεχαρ καὶ ὑπερέβη τὸν Χουσι. ( )

18,26 καὶ εἶδεν ὁ σκοπὸς ἄνδρα ἕτερον τρέχοντα, καὶ ἐβόησεν ὁ σκοπὸς πρὸς τῇ πύλῃ καὶ εἶπεν Ἰδοὺ ἀνὴρ ἕτερος τρέχων μόνος. καὶ εἶπεν ὁ βασιλεύς Καί γε οὗτος εὐαγγελιζόμενος.


( )
18,27 καὶ εἶπεν ὁ σκοπός Ἐγὼ ὁρῶ τὸν δρόμον τοῦ πρώτου ὡς δρόμον Αχιμαας υἱοῦ Σαδωκ. καὶ εἶπεν ὁ βασιλεύς Ἀνὴρ ἀγαθὸς οὗτος καί γε εἰς εὐαγγελίαν ἀγαθὴν ἐλεύσεται. ( ) 18,28 καὶ ἐβόησεν Αχιμαας καὶ εἶπεν πρὸς τὸν βασιλέα Εἰρήνη· καὶ προσεκύνησεν τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν· καὶ εἶπεν Εὐλογητὸς κύριος ὁ θεός σου, ὃς ἀπέκλεισεν τοὺς ἄνδρας τοὺς μισοῦντας τὴν χεῖρα αὐτῶν ἐν τῷ κυρίῳ μου τῷ βασιλεῖ. ( ) 18,29 καὶ εἶπεν ὁ βασιλεύς Εἰρήνη τῷ παιδαρίῳ τῷ Αβεσσαλωμ., καὶ εἶπεν Αχιμαας Εἶδον τὸ πλῆθος τὸ μέγα τοῦ ἀποστεῖλαι τὸν δοῦλον τοῦ βασιλέως Ιωαβ καὶ τὸν δοῦλόν σου, καὶ οὐκ ἔγνων τί ἐκεῖ. ( ) 18,30 καὶ εἶπεν ὁ βασιλεύς Ἐπίστρεψον, στηλώθητι ὧδε· καὶ ἐπεστράφη καὶ ἔστη. ( ) 18,31 καὶ ἰδοὺ ὁ Χουσι παρεγένετο καὶ εἶπεν τῷ βασιλεῖ Εὐαγγελισθήτω ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ἔκρινέν σοι κύριος σήμερον ἐκ χειρὸς πάντων τῶν ἐπεγειρομένων ἐπὶ σέ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 18