Livre de la Genèse
30,17 καὶ ἐπήκουσεν ὁ θεὸς Λειας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον. ( ) 30,18 καὶ εἶπεν Λεια Ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ὅ ἐστιν Μισθός. ( ) 30,19 καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ. ( ) 30,20 καὶ εἶπεν Λεια Δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων. ( ) 30,21 καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα. ( )

30,22 Ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν,


( )
30,23 καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱόν. εἶπεν δὲ Ραχηλ Ἀφεῖλεν ὁ θεός μου τὸ ὄνειδος· ( ) 30,24 καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιωσηφ λέγουσα Προσθέτω ὁ θεός μοι υἱὸν ἕτερον. ( ) 30,25 Ἐγένετο δὲ ὡς ἔτεκεν Ραχηλ τὸν Ιωσηφ, εἶπεν Ιακωβ τῷ Λαβαν Ἀπόστειλόν με, ἵνα ἀπέλθω εἰς τὸν τόπον μου καὶ εἰς τὴν γῆν μου. ( ) 30,26 ἀπόδος τὰς γυναῖκάς μου καὶ τὰ παιδία, περὶ ὧν δεδούλευκά σοι, ἵνα ἀπέλθω· σὺ γὰρ γινώσκεις τὴν δουλείαν, ἣν δεδούλευκά σοι. ( ) 30,27 εἶπεν δὲ αὐτῷ Λαβαν Εἰ εὗρον χάριν ἐναντίον σου, οἰωνισάμην ἄν· εὐλόγησεν γάρ με ὁ θεὸς τῇ σῇ εἰσόδῳ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: