Second Livre de Samuel
17,22 καὶ ἀνέστη Δαυιδ καὶ πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ καὶ διέβησαν τὸν Ιορδάνην ἕως τοῦ φωτὸς τοῦ πρωί, ἕως ἑνὸς οὐκ ἔλαθεν ὃς οὐ διῆλθεν τὸν Ιορδάνην. ( ) 17,23 καὶ Αχιτοφελ εἶδεν ὅτι οὐκ ἐγενήθη ἡ βουλὴ αὐτοῦ, καὶ ἐπέσαξεν τὴν ὄνον αὐτοῦ καὶ ἀνέστη καὶ ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ εἰς τὴν πόλιν αὐτοῦ· καὶ ἐνετείλατο τῷ οἴκῳ αὐτοῦ καὶ ἀπήγξατο καὶ ἀπέθανεν καὶ ἐτάφη ἐν τῷ τάφῳ τοῦ πατρὸς αὐτοῦ. ( ) 17,24 Καὶ Δαυιδ διῆλθεν εἰς Μαναιμ, καὶ Αβεσσαλωμ διέβη τὸν Ιορδάνην αὐτὸς καὶ πᾶς ἀνὴρ Ισραηλ μετ αὐτοῦ. ( ) 17,25 καὶ τὸν Αμεσσαι κατέστησεν Αβεσσαλωμ ἀντὶ Ιωαβ ἐπὶ τῆς δυνάμεως· καὶ Αμεσσαι υἱὸς ἀνδρὸς καὶ ὄνομα αὐτῷ Ιοθορ ὁ Ισραηλίτης, οὗτος εἰσῆλθεν πρὸς Αβιγαιαν θυγατέρα Ναας ἀδελφὴν Σαρουιας μητρὸς Ιωαβ. ( ) 17,26 καὶ παρενέβαλεν πᾶς Ισραηλ καὶ Αβεσσαλωμ εἰς τὴν γῆν Γαλααδ. ( )

17,27 καὶ ἐγένετο ἡνίκα ἦλθεν Δαυιδ εἰς Μαναιμ, Ουεσβι υἱὸς Ναας ἐκ Ραββαθ υἱῶν Αμμων καὶ Μαχιρ υἱὸς Αμιηλ ἐκ Λωδαβαρ καὶ Βερζελλι ὁ Γαλααδίτης ἐκ Ρωγελλιμ


1608 Bible des peuples sur verset 2018-09-09: David vient s’installer à Mahanayim, en bordure du plateau de Galaad, et c’est là que se dirige aussi Absalom.

( )
17,28 ἤνεγκαν δέκα κοίτας καὶ ἀμφιτάπους καὶ λέβητας δέκα καὶ σκεύη κεράμου καὶ πυροὺς καὶ κριθὰς καὶ ἄλευρον καὶ ἄλφιτον καὶ κύαμον καὶ φακὸν ( ) 17,29 καὶ μέλι καὶ βούτυρον καὶ πρόβατα καὶ σαφφωθ βοῶν καὶ προσήνεγκαν τῷ Δαυιδ καὶ τῷ λαῷ τῷ μετ αὐτοῦ φαγεῖν, ὅτι εἶπαν Ὁ λαὸς πεινῶν καὶ ἐκλελυμένος καὶ διψῶν ἐν τῇ ἐρήμῳ. ( ) 18,1 Καὶ ἐπεσκέψατο Δαυιδ τὸν λαὸν τὸν μετ αὐτοῦ καὶ κατέστησεν ἐπ αὐτῶν χιλιάρχους καὶ ἑκατοντάρχους, ( ) 18,2 καὶ ἀπέστειλεν Δαυιδ τὸν λαόν, τὸ τρίτον ἐν χειρὶ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Αβεσσα υἱοῦ Σαρουιας ἀδελφοῦ Ιωαβ καὶ τὸ τρίτον ἐν χειρὶ Εθθι τοῦ Γεθθαίου. καὶ εἶπεν Δαυιδ πρὸς τὸν λαόν Ἐξελθὼν ἐξελεύσομαι καί γε ἐγὼ μεθ ὑμῶν. ( ) 18,3 καὶ εἶπαν Οὐκ ἐξελεύσῃ, ὅτι ἐὰν φυγῇ φύγωμεν, οὐ θήσουσιν ἐφ ἡμᾶς καρδίαν, καὶ ἐὰν ἀποθάνωμεν τὸ ἥμισυ ἡμῶν, οὐ θήσουσιν ἐφ ἡμᾶς καρδίαν, ὅτι σὺ ὡς ἡμεῖς δέκα χιλιάδες· καὶ νῦν ἀγαθὸν ὅτι ἔσῃ ἡμῖν ἐν τῇ πόλει βοήθεια τοῦ βοηθεῖν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17