Livre de la Genèse
30,12 καὶ συνέλαβεν Ζελφα ἡ παιδίσκη Λειας καὶ ἔτεκεν ἔτι τῷ Ιακωβ υἱὸν δεύτερον. ( ) 30,13 καὶ εἶπεν Λεια Μακαρία ἐγώ, ὅτι μακαρίζουσίν με αἱ γυναῖκες· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ασηρ. ( ) 30,14 Ἐπορεύθη δὲ Ρουβην ἐν ἡμέραις θερισμοῦ πυρῶν καὶ εὗρεν μῆλα μανδραγόρου ἐν τῷ ἀγρῷ καὶ ἤνεγκεν αὐτὰ πρὸς Λειαν τὴν μητέρα αὐτοῦ. εἶπεν δὲ Ραχηλ τῇ Λεια Δός μοι τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. ( ) 30,15 εἶπεν δὲ Λεια Οὐχ ἱκανόν σοι ὅτι ἔλαβες τὸν ἄνδρα μου., μὴ καὶ τοὺς μανδραγόρας τοῦ υἱοῦ μου λήμψῃ., εἶπεν δὲ Ραχηλ Οὐχ οὕτως· κοιμηθήτω μετὰ σοῦ τὴν νύκτα ταύτην ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ σου. ( ) 30,16 εἰσῆλθεν δὲ Ιακωβ ἐξ ἀγροῦ ἑσπέρας, καὶ ἐξῆλθεν Λεια εἰς συνάντησιν αὐτῷ καὶ εἶπεν Πρός με εἰσελεύσῃ σήμερον· μεμίσθωμαι γάρ σε ἀντὶ τῶν μανδραγορῶν τοῦ υἱοῦ μου. καὶ ἐκοιμήθη μετ αὐτῆς τὴν νύκτα ἐκείνην. ( )

30,17 καὶ ἐπήκουσεν ὁ θεὸς Λειας, καὶ συλλαβοῦσα ἔτεκεν τῷ Ιακωβ υἱὸν πέμπτον.


( )
30,18 καὶ εἶπεν Λεια Ἔδωκεν ὁ θεὸς τὸν μισθόν μου ἀνθ οὗ ἔδωκα τὴν παιδίσκην μου τῷ ἀνδρί μου· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ισσαχαρ, ὅ ἐστιν Μισθός. ( ) 30,19 καὶ συνέλαβεν ἔτι Λεια καὶ ἔτεκεν υἱὸν ἕκτον τῷ Ιακωβ. ( ) 30,20 καὶ εἶπεν Λεια Δεδώρηταί μοι ὁ θεὸς δῶρον καλόν· ἐν τῷ νῦν καιρῷ αἱρετιεῖ με ὁ ἀνήρ μου, ἔτεκον γὰρ αὐτῷ υἱοὺς ἕξ· καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ζαβουλων. ( ) 30,21 καὶ μετὰ τοῦτο ἔτεκεν θυγατέρα καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς Δινα. ( ) 30,22 Ἐμνήσθη δὲ ὁ θεὸς τῆς Ραχηλ, καὶ ἐπήκουσεν αὐτῆς ὁ θεὸς καὶ ἀνέῳξεν αὐτῆς τὴν μήτραν, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence: