Second Livre de Samuel
16,18 καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ, αὐτῷ ἔσομαι καὶ μετ αὐτοῦ καθήσομαι· ( ) 16,19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω., οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ., καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου. ( ) 16,20 καὶ εἶπεν Αβεσσαλωμ πρὸς Αχιτοφελ Φέρετε ἑαυτοῖς βουλὴν τί ποιήσωμεν. ( ) 16,21 καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ Εἴσελθε πρὸς τὰς παλλακὰς τοῦ πατρός σου, ἃς κατέλιπεν φυλάσσειν τὸν οἶκον αὐτοῦ, καὶ ἀκούσεται πᾶς Ισραηλ ὅτι κατῄσχυνας τὸν πατέρα σου, καὶ ἐνισχύσουσιν αἱ χεῖρες πάντων τῶν μετὰ σοῦ. ( ) 16,22 καὶ ἔπηξαν τὴν σκηνὴν τῷ Αβεσσαλωμ ἐπὶ τὸ δῶμα, καὶ εἰσῆλθεν Αβεσσαλωμ πρὸς τὰς παλλακὰς τοῦ πατρὸς αὐτοῦ κατ ὀφθαλμοὺς παντὸς Ισραηλ. ( 1R 2,22 , )

16,23 καὶ ἡ βουλὴ Αχιτοφελ, ἣν ἐβουλεύσατο ἐν ταῖς ἡμέραις ταῖς πρώταις, ὃν τρόπον ἐπερωτήσῃ ἐν λόγῳ τοῦ θεοῦ, οὕτως πᾶσα ἡ βουλὴ τοῦ Αχιτοφελ καί γε τῷ Δαυιδ καί γε τῷ Αβεσσαλωμ.


( )
17,1 καὶ εἶπεν Αχιτοφελ πρὸς Αβεσσαλωμ Ἐπιλέξω δὴ ἐμαυτῷ δώδεκα χιλιάδας ἀνδρῶν καὶ ἀναστήσομαι καὶ καταδιώξω ὀπίσω Δαυιδ τὴν νύκτα· ( ) 17,2 καὶ ἐπελεύσομαι ἐπ αὐτόν, καὶ αὐτὸς κοπιῶν καὶ ἐκλελυμένος χερσίν, καὶ ἐκστήσω αὐτόν, καὶ φεύξεται πᾶς ὁ λαὸς ὁ μετ αὐτοῦ, καὶ πατάξω τὸν βασιλέα μονώτατον· ( ) 17,3 καὶ ἐπιστρέψω πάντα τὸν λαὸν πρὸς σέ, ὃν τρόπον ἐπιστρέφει ἡ νύμφη πρὸς τὸν ἄνδρα αὐτῆς· πλὴν ψυχὴν ἑνὸς ἀνδρὸς σὺ ζητεῖς, καὶ παντὶ τῷ λαῷ ἔσται εἰρήνη. ( ) 17,4 καὶ εὐθὴς ὁ λόγος ἐν ὀφθαλμοῖς Αβεσσαλωμ καὶ ἐν ὀφθαλμοῖς πάντων τῶν πρεσβυτέρων Ισραηλ. ( ) 17,5 καὶ εἶπεν Αβεσσαλωμ Καλέσατε δὴ καί γε τὸν Χουσι τὸν Αραχι, καὶ ἀκούσωμεν τί ἐν τῷ στόματι αὐτοῦ καί γε αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17