Second Livre de Samuel
16,9 καὶ εἶπεν Αβεσσα υἱὸς Σαρουιας πρὸς τὸν βασιλέα Ἵνα τί καταρᾶται ὁ κύων ὁ τεθνηκὼς οὗτος τὸν κύριόν μου τὸν βασιλέα., διαβήσομαι δὴ καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ. ( ) 16,10 καὶ εἶπεν ὁ βασιλεύς Τί ἐμοὶ καὶ ὑμῖν, υἱοὶ Σαρουιας., ἄφετε αὐτὸν καὶ οὕτως καταράσθω, ὅτι κύριος εἶπεν αὐτῷ καταρᾶσθαι τὸν Δαυιδ, καὶ τίς ἐρεῖ Ὡς τί ἐποίησας οὕτως., ( Jn 2,4 , ) 16,11 καὶ εἶπεν Δαυιδ πρὸς Αβεσσα καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ὁ υἱός μου ὁ ἐξελθὼν ἐκ τῆς κοιλίας μου ζητεῖ τὴν ψυχήν μου, καὶ προσέτι νῦν ὁ υἱὸς τοῦ Ιεμινι· ἄφετε αὐτὸν καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ κύριος· ( ) 16,12 εἴ πως ἴδοι κύριος ἐν τῇ ταπεινώσει μου καὶ ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας αὐτοῦ τῇ ἡμέρᾳ ταύτῃ. ( ) 16,13 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐν τῇ ὁδῷ, καὶ Σεμει ἐπορεύετο ἐκ πλευρᾶς τοῦ ὄρους ἐχόμενα αὐτοῦ πορευόμενος καὶ καταρώμενος καὶ λιθάζων ἐν λίθοις ἐκ πλαγίων αὐτοῦ καὶ τῷ χοὶ πάσσων. ( )

16,14 καὶ ἦλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ λαὸς αὐτοῦ ἐκλελυμένοι καὶ ἀνέψυξαν ἐκεῖ.


( )
16,15 Καὶ Αβεσσαλωμ καὶ πᾶς ἀνὴρ Ισραηλ εἰσῆλθον εἰς Ιερουσαλημ καὶ Αχιτοφελ μετ αὐτοῦ. ( ) 16,16 καὶ ἐγενήθη ἡνίκα ἦλθεν Χουσι ὁ Αρχι ἑταῖρος Δαυιδ πρὸς Αβεσσαλωμ, καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Ζήτω ὁ βασιλεύς. ( ) 16,17 καὶ εἶπεν Αβεσσαλωμ πρὸς Χουσι Τοῦτο τὸ ἔλεός σου μετὰ τοῦ ἑταίρου σου., ἵνα τί οὐκ ἀπῆλθες μετὰ τοῦ ἑταίρου σου., ( ) 16,18 καὶ εἶπεν Χουσι πρὸς Αβεσσαλωμ Οὐχί, ἀλλὰ κατόπισθεν οὗ ἐξελέξατο κύριος καὶ ὁ λαὸς οὗτος καὶ πᾶς ἀνὴρ Ισραηλ, αὐτῷ ἔσομαι καὶ μετ αὐτοῦ καθήσομαι· ( ) 16,19 καὶ τὸ δεύτερον τίνι ἐγὼ δουλεύσω., οὐχὶ ἐνώπιον τοῦ υἱοῦ αὐτοῦ., καθάπερ ἐδούλευσα ἐνώπιον τοῦ πατρός σου, οὕτως ἔσομαι ἐνώπιόν σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17