Second Livre de Samuel
15,14 καὶ εἶπεν Δαυιδ πᾶσιν τοῖς παισὶν αὐτοῦ τοῖς μετ αὐτοῦ τοῖς ἐν Ιερουσαλημ Ἀνάστητε καὶ φύγωμεν, ὅτι οὐκ ἔστιν ἡμῖν σωτηρία ἀπὸ προσώπου Αβεσσαλωμ· ταχύνατε τοῦ πορευθῆναι, ἵνα μὴ ταχύνῃ καὶ καταλάβῃ ἡμᾶς καὶ ἐξώσῃ ἐφ ἡμᾶς τὴν κακίαν καὶ πατάξῃ τὴν πόλιν σ ( ) 15,15 καὶ εἶπον οἱ παῖδες τοῦ βασιλέως πρὸς τὸν βασιλέα Κατὰ πάντα, ὅσα αἱρεῖται ὁ κύριος ἡμῶν ὁ βασιλεύς, ἰδοὺ οἱ παῖδές σου. ( ) 15,16 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πᾶς ὁ οἶκος αὐτοῦ τοῖς ποσὶν αὐτῶν· καὶ ἀφῆκεν ὁ βασιλεὺς δέκα γυναῖκας τῶν παλλακῶν αὐτοῦ φυλάσσειν τὸν οἶκον. ( Mt 25,1 , ) 15,17 καὶ ἐξῆλθεν ὁ βασιλεὺς καὶ πάντες οἱ παῖδες αὐτοῦ πεζῇ καὶ ἔστησαν ἐν οἴκῳ τῷ μακράν. ( ) 15,18 καὶ πάντες οἱ παῖδες αὐτοῦ ἀνὰ χεῖρα αὐτοῦ παρῆγον καὶ πᾶς ὁ χεττι καὶ πᾶς ὁ φελετθι καὶ ἔστησαν ἐπὶ τῆς ἐλαίας ἐν τῇ ἐρήμῳ· καὶ πᾶς ὁ λαὸς παρεπορεύετο ἐχόμενος αὐτοῦ καὶ πάντες οἱ περὶ αὐτὸν καὶ πάντες οἱ ἁδροὶ καὶ πάντες οἱ μαχηταί, ἑξακόσιοι ἄνδρες, κ ( )

15,19 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι τὸν Γεθθαῖον Ἵνα τί πορεύῃ καὶ σὺ μεθ ἡμῶν., ἐπίστρεφε καὶ οἴκει μετὰ τοῦ βασιλέως, ὅτι ξένος εἶ σὺ καὶ ὅτι μετῴκηκας σὺ ἐκ τοῦ τόπου σου.


( )
15,20 εἰ ἐχθὲς παραγέγονας, καὶ σήμερον κινήσω σε μεθ ἡμῶν καί γε μεταναστήσεις τὸν τόπον σου., ἐχθὲς ἡ ἐξέλευσίς σου, καὶ σήμερον μετακινήσω σε μεθ ἡμῶν τοῦ πορευθῆναι., καὶ ἐγὼ πορεύσομαι οὗ ἂν ἐγὼ πορευθῶ. ἐπιστρέφου καὶ ἐπίστρεψον τοὺς ἀδελφούς σου μετὰ σοῦ ( ) 15,21 καὶ ἀπεκρίθη Εθθι τῷ βασιλεῖ καὶ εἶπεν Ζῇ κύριος καὶ ζῇ ὁ κύριός μου ὁ βασιλεύς, ὅτι εἰς τὸν τόπον, οὗ ἐὰν ᾖ ὁ κύριός μου, καὶ ἐὰν εἰς θάνατον καὶ ἐὰν εἰς ζωήν, ὅτι ἐκεῖ ἔσται ὁ δοῦλός σου. ( ) 15,22 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Εθθι Δεῦρο καὶ διάβαινε μετ ἐμοῦ· καὶ παρῆλθεν Εθθι ὁ Γεθθαῖος καὶ πάντες οἱ παῖδες αὐτοῦ καὶ πᾶς ὁ ὄχλος ὁ μετ αὐτοῦ. ( ) 15,23 καὶ πᾶσα ἡ γῆ ἔκλαιεν φωνῇ μεγάλῃ. καὶ πᾶς ὁ λαὸς παρεπορεύοντο ἐν τῷ χειμάρρῳ Κεδρων, καὶ ὁ βασιλεὺς διέβη τὸν χειμάρρουν Κεδρων· καὶ πᾶς ὁ λαὸς καὶ ὁ βασιλεὺς παρεπορεύοντο ἐπὶ πρόσωπον ὁδοῦ τὴν ἔρημον. ( Lc 22,39 , ) 15,24 καὶ ἰδοὺ καί γε Σαδωκ καὶ πάντες οἱ Λευῖται μετ αὐτοῦ αἴροντες τὴν κιβωτὸν διαθήκης κυρίου ἀπὸ Βαιθαρ καὶ ἔστησαν τὴν κιβωτὸν τοῦ θεοῦ, καὶ ἀνέβη Αβιαθαρ, ἕως ἐπαύσατο πᾶς ὁ λαὸς παρελθεῖν ἐκ τῆς πόλεως. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17