Second Livre de Samuel
14,12 καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ἡ δούλη σου πρὸς τὸν κύριόν μου τὸν βασιλέα ῥῆμα· καὶ εἶπεν Λάλησον. ( ) 14,13 καὶ εἶπεν ἡ γυνή Ἵνα τί ἐλογίσω τοιοῦτο ἐπὶ λαὸν θεοῦ., ἦ ἐκ στόματος τοῦ βασιλέως ὁ λόγος οὗτος ὡς πλημμέλεια τοῦ μὴ ἐπιστρέψαι τὸν βασιλέα τὸν ἐξωσμένον αὐτοῦ. ( ) 14,14 ὅτι θανάτῳ ἀποθανούμεθα, καὶ ὥσπερ τὸ ὕδωρ τὸ καταφερόμενον ἐπὶ τῆς γῆς, ὃ οὐ συναχθήσεται· καὶ λήμψεται ὁ θεὸς ψυχήν, καὶ λογιζόμενος τοῦ ἐξῶσαι ἀπ αὐτοῦ ἐξωσμένον. ( ) 14,15 καὶ νῦν ὃ ἦλθον λαλῆσαι πρὸς τὸν βασιλέα τὸν κύριόν μου τὸ ῥῆμα τοῦτο, ὅτι ὄψεταί με ὁ λαός, καὶ ἐρεῖ ἡ δούλη σου Λαλησάτω δὴ πρὸς τὸν βασιλέα, εἴ πως ποιήσει ὁ βασιλεὺς τὸ ῥῆμα τῆς δούλης αὐτοῦ· ( ) 14,16 ὅτι ἀκούσει ὁ βασιλεὺς ῥύσασθαι τὴν δούλην αὐτοῦ ἐκ χειρὸς τοῦ ἀνδρὸς τοῦ ζητοῦντος ἐξᾶραί με καὶ τὸν υἱόν μου ἀπὸ κληρονομίας θεοῦ. ( )

14,17 καὶ εἶπεν ἡ γυνή Εἴη δὴ ὁ λόγος τοῦ κυρίου μου τοῦ βασιλέως εἰς θυσίαν, ὅτι καθὼς ἄγγελος θεοῦ οὕτως ὁ κύριός μου ὁ βασιλεὺς τοῦ ἀκούειν τὸ ἀγαθὸν καὶ τὸ πονηρόν, καὶ κύριος ὁ θεός σου ἔσται μετὰ σοῦ.


( )
14,18 καὶ ἀπεκρίθη ὁ βασιλεὺς καὶ εἶπεν πρὸς τὴν γυναῖκα Μὴ δὴ κρύψῃς ἀπ ἐμοῦ ῥῆμα, ὃ ἐγὼ ἐπερωτῶ σε. καὶ εἶπεν ἡ γυνή Λαλησάτω δὴ ὁ κύριός μου ὁ βασιλεύς. ( ) 14,19 καὶ εἶπεν ὁ βασιλεύς Μὴ ἡ χεὶρ Ιωαβ ἐν παντὶ τούτῳ μετὰ σοῦ., καὶ εἶπεν ἡ γυνὴ τῷ βασιλεῖ Ζῇ ἡ ψυχή σου, κύριέ μου βασιλεῦ, εἰ ἔστιν εἰς τὰ δεξιὰ ἢ εἰς τὰ ἀριστερὰ ἐκ πάντων, ὧν ἐλάλησεν ὁ κύριός μου ὁ βασιλεύς, ὅτι ὁ δοῦλός σου Ιωαβ αὐτὸς ἐνετείλατό μοι ( ) 14,20 ἕνεκεν τοῦ περιελθεῖν τὸ πρόσωπον τοῦ ῥήματος τούτου ἐποίησεν ὁ δοῦλός σου Ιωαβ τὸν λόγον τοῦτον, καὶ ὁ κύριός μου σοφὸς καθὼς σοφία ἀγγέλου τοῦ θεοῦ τοῦ γνῶναι πάντα τὰ ἐν τῇ γῇ. ( ) 14,21 καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ιωαβ Ἰδοὺ δὴ ἐποίησά σοι κατὰ τὸν λόγον σου τοῦτον· πορεύου ἐπίστρεψον τὸ παιδάριον τὸν Αβεσσαλωμ. ( ) 14,22 καὶ ἔπεσεν Ιωαβ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν καὶ προσεκύνησεν καὶ εὐλόγησεν τὸν βασιλέα, καὶ εἶπεν Ιωαβ Σήμερον ἔγνω ὁ δοῦλός σου ὅτι εὗρον χάριν ἐν ὀφθαλμοῖς σου, κύριέ μου βασιλεῦ, ὅτι ἐποίησεν ὁ κύριός μου ὁ βασιλεὺς τὸν λόγον τοῦ δούλου αὐτοῦ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17