Second Livre de Samuel
13,4 καὶ εἶπεν αὐτῷ Τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωὶ πρωί., οὐκ ἀπαγγελεῖς μοι., καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ. ( ) 13,5 καὶ εἶπεν αὐτῷ Ιωναδαβ Κοιμήθητι ἐπὶ τῆς κοίτης σου καὶ μαλακίσθητι, καὶ εἰσελεύσεται ὁ πατήρ σου τοῦ ἰδεῖν σε, καὶ ἐρεῖς πρὸς αὐτόν Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου καὶ ψωμισάτω με καὶ ποιησάτω κατ ὀφθαλμούς μου βρῶμα, ὅπως ἴδω καὶ φάγω ἐκ τῶν χειρῶν αὐτῆς. ( ) 13,6 καὶ ἐκοιμήθη Αμνων καὶ ἠρρώστησεν, καὶ εἰσῆλθεν ὁ βασιλεὺς ἰδεῖν αὐτόν, καὶ εἶπεν Αμνων πρὸς τὸν βασιλέα Ἐλθέτω δὴ Θημαρ ἡ ἀδελφή μου πρός με καὶ κολλυρισάτω ἐν ὀφθαλμοῖς μου δύο κολλυρίδας, καὶ φάγομαι ἐκ τῆς χειρὸς αὐτῆς. ( ) 13,7 καὶ ἀπέστειλεν Δαυιδ πρὸς Θημαρ εἰς τὸν οἶκον λέγων Πορεύθητι δὴ εἰς τὸν οἶκον Αμνων τοῦ ἀδελφοῦ σου καὶ ποίησον αὐτῷ βρῶμα. ( ) 13,8 καὶ ἐπορεύθη Θημαρ εἰς τὸν οἶκον Αμνων ἀδελφοῦ αὐτῆς, καὶ αὐτὸς κοιμώμενος. καὶ ἔλαβεν τὸ σταῖς καὶ ἐφύρασεν καὶ ἐκολλύρισεν κατ ὀφθαλμοὺς αὐτοῦ καὶ ἥψησεν τὰς κολλυρίδας· ( )

13,9 καὶ ἔλαβεν τὸ τήγανον καὶ κατεκένωσεν ἐνώπιον αὐτοῦ, καὶ οὐκ ἠθέλησεν φαγεῖν. καὶ εἶπεν Αμνων Ἐξαγάγετε πάντα ἄνδρα ἐπάνωθέν μου· καὶ ἐξήγαγον πάντα ἄνδρα ἀπὸ ἐπάνωθεν αὐτοῦ.


( )
13,10 καὶ εἶπεν Αμνων πρὸς Θημαρ Εἰσένεγκε τὸ βρῶμα εἰς τὸ ταμίειον, καὶ φάγομαι ἐκ τῆς χειρός σου. καὶ ἔλαβεν Θημαρ τὰς κολλυρίδας, ἃς ἐποίησεν, καὶ εἰσήνεγκεν τῷ Αμνων ἀδελφῷ αὐτῆς εἰς τὸν κοιτῶνα ( ) 13,11 καὶ προσήγαγεν αὐτῷ τοῦ φαγεῖν, καὶ ἐπελάβετο αὐτῆς καὶ εἶπεν αὐτῇ Δεῦρο κοιμήθητι μετ ἐμοῦ, ἀδελφή μου. ( ) 13,12 καὶ εἶπεν αὐτῷ Μή, ἄδελφέ μου, μὴ ταπεινώσῃς με, διότι οὐ ποιηθήσεται οὕτως ἐν Ισραηλ· μὴ ποιήσῃς τὴν ἀφροσύνην ταύτην· ( ) 13,13 καὶ ἐγὼ ποῦ ἀποίσω τὸ ὄνειδός μου., καὶ σὺ ἔσῃ ὡς εἷς τῶν ἀφρόνων ἐν Ισραηλ· καὶ νῦν λάλησον δὴ πρὸς τὸν βασιλέα, ὅτι οὐ μὴ κωλύσῃ με ἀπὸ σοῦ. ( ) 13,14 καὶ οὐκ ἠθέλησεν Αμνων τοῦ ἀκοῦσαι τῆς φωνῆς αὐτῆς καὶ ἐκραταίωσεν ὑπὲρ αὐτὴν καὶ ἐταπείνωσεν αὐτὴν καὶ ἐκοιμήθη μετ αὐτῆς. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17