Second Livre de Samuel
12,25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου. ( ) 12,26 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ αὐτήν. ( ) 12,27 καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων· ( ) 12,28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ αὐτήν. ( ) 12,29 καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν. ( )

12,30 καὶ ἔλαβεν τὸν στέφανον Μελχολ τοῦ βασιλέως αὐτῶν ἀπὸ τῆς κεφαλῆς αὐτοῦ, καὶ ὁ σταθμὸς αὐτοῦ τάλαντον χρυσίου καὶ λίθου τιμίου, καὶ ἦν ἐπὶ τῆς κεφαλῆς Δαυιδ· καὶ σκῦλα τῆς πόλεως ἐξήνεγκεν πολλὰ σφόδρα.


( )
12,31 καὶ τὸν λαὸν τὸν ὄντα ἐν αὐτῇ ἐξήγαγεν καὶ ἔθηκεν ἐν τῷ πρίονι καὶ ἐν τοῖς τριβόλοις τοῖς σιδηροῖς καὶ διήγαγεν αὐτοὺς διὰ τοῦ πλινθείου· καὶ οὕτως ἐποίησεν πάσαις ταῖς πόλεσιν υἱῶν Αμμων. καὶ ἐπέστρεψεν Δαυιδ καὶ πᾶς ὁ λαὸς εἰς Ιερουσαλημ. ( ) 13,1 Καὶ ἐγενήθη μετὰ ταῦτα καὶ τῷ Αβεσσαλωμ υἱῷ Δαυιδ ἀδελφὴ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὄνομα αὐτῇ Θημαρ, καὶ ἠγάπησεν αὐτὴν Αμνων υἱὸς Δαυιδ. ( ) 13,2 καὶ ἐθλίβετο Αμνων ὥστε ἀρρωστεῖν διὰ Θημαρ τὴν ἀδελφὴν αὐτοῦ, ὅτι παρθένος ἦν αὐτή, καὶ ὑπέρογκον ἐν ὀφθαλμοῖς Αμνων τοῦ ποιῆσαί τι αὐτῇ. ( ) 13,3 καὶ ἦν τῷ Αμνων ἑταῖρος, καὶ ὄνομα αὐτῷ Ιωναδαβ υἱὸς Σαμαα τοῦ ἀδελφοῦ Δαυιδ· καὶ Ιωναδαβ ἀνὴρ σοφὸς σφόδρα. ( ) 13,4 καὶ εἶπεν αὐτῷ Τί σοι ὅτι σὺ οὕτως ἀσθενής, υἱὲ τοῦ βασιλέως, τὸ πρωὶ πρωί., οὐκ ἀπαγγελεῖς μοι., καὶ εἶπεν αὐτῷ Αμνων Θημαρ τὴν ἀδελφὴν Αβεσσαλωμ τοῦ ἀδελφοῦ μου ἐγὼ ἀγαπῶ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17