Second Livre de Samuel
12,19 καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν, καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέθνηκεν τὸ παιδάριον., καὶ εἶπαν Τέθνηκεν. ( ) 12,20 καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν. ( ) 12,21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας., ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας. ( ) 12,22 καὶ εἶπεν Δαυιδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον., ( ) 12,23 καὶ νῦν τέθνηκεν· ἵνα τί τοῦτο ἐγὼ νηστεύω., μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι., ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με. ( )

12,24 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας., ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας.


( )
12,25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου. ( ) 12,26 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ αὐτήν. ( ) 12,27 καὶ ἀπέστειλεν Ιωαβ ἀγγέλους πρὸς Δαυιδ καὶ εἶπεν Ἐπολέμησα ἐν Ραββαθ καὶ κατελαβόμην τὴν πόλιν τῶν ὑδάτων· ( ) 12,28 καὶ νῦν συνάγαγε τὸ κατάλοιπον τοῦ λαοῦ καὶ παρέμβαλε ἐπὶ τὴν πόλιν καὶ προκαταλαβοῦ αὐτήν, ἵνα μὴ προκαταλάβωμαι ἐγὼ τὴν πόλιν καὶ κληθῇ τὸ ὄνομά μου ἐπ αὐτήν. ( ) 12,29 καὶ συνήγαγεν Δαυιδ πάντα τὸν λαὸν καὶ ἐπορεύθη εἰς Ραββαθ καὶ ἐπολέμησεν ἐν αὐτῇ καὶ κατελάβετο αὐτήν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17