Second Livre de Samuel
12,15 καὶ ἀπῆλθεν Ναθαν εἰς τὸν οἶκον αὐτοῦ. Καὶ ἔθραυσεν κύριος τὸ παιδίον, ὃ ἔτεκεν ἡ γυνὴ Ουριου τῷ Δαυιδ, καὶ ἠρρώστησεν. ( ) 12,16 καὶ ἐζήτησεν Δαυιδ τὸν θεὸν περὶ τοῦ παιδαρίου, καὶ ἐνήστευσεν Δαυιδ νηστείαν καὶ εἰσῆλθεν καὶ ηὐλίσθη ἐν σάκκῳ ἐπὶ τῆς γῆς. ( ) 12,17 καὶ ἀνέστησαν ἐπ αὐτὸν οἱ πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ τοῦ ἐγεῖραι αὐτὸν ἀπὸ τῆς γῆς, καὶ οὐκ ἠθέλησεν καὶ οὐ συνέφαγεν αὐτοῖς ἄρτον. ( ) 12,18 καὶ ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ καὶ ἀπέθανε τὸ παιδάριον· καὶ ἐφοβήθησαν οἱ δοῦλοι Δαυιδ ἀναγγεῖλαι αὐτῷ ὅτι τέθνηκεν τὸ παιδάριον, ὅτι εἶπαν Ἰδοὺ ἐν τῷ ἔτι τὸ παιδάριον ζῆν ἐλαλήσαμεν πρὸς αὐτόν, καὶ οὐκ εἰσήκουσεν τῆς φωνῆς ἡμῶν· καὶ πῶς εἴπωμεν πρὸς ( ) 12,19 καὶ συνῆκεν Δαυιδ ὅτι οἱ παῖδες αὐτοῦ ψιθυρίζουσιν, καὶ ἐνόησεν Δαυιδ ὅτι τέθνηκεν τὸ παιδάριον· καὶ εἶπεν Δαυιδ πρὸς τοὺς παῖδας αὐτοῦ Εἰ τέθνηκεν τὸ παιδάριον., καὶ εἶπαν Τέθνηκεν. ( )

12,20 καὶ ἀνέστη Δαυιδ ἐκ τῆς γῆς καὶ ἐλούσατο καὶ ἠλείψατο καὶ ἤλλαξεν τὰ ἱμάτια αὐτοῦ καὶ εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ θεοῦ καὶ προσεκύνησεν αὐτῷ· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον αὐτοῦ καὶ ᾔτησεν ἄρτον φαγεῖν, καὶ παρέθηκαν αὐτῷ ἄρτον, καὶ ἔφαγεν.


( )
12,21 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας., ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας. ( ) 12,22 καὶ εἶπεν Δαυιδ Ἐν τῷ τὸ παιδάριον ἔτι ζῆν ἐνήστευσα καὶ ἔκλαυσα, ὅτι εἶπα Τίς οἶδεν εἰ ἐλεήσει με κύριος καὶ ζήσεται τὸ παιδάριον., ( ) 12,23 καὶ νῦν τέθνηκεν· ἵνα τί τοῦτο ἐγὼ νηστεύω., μὴ δυνήσομαι ἐπιστρέψαι αὐτὸ ἔτι., ἐγὼ πορεύσομαι πρὸς αὐτόν, καὶ αὐτὸς οὐκ ἀναστρέψει πρός με. ( ) 12,24 καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Τί τὸ ῥῆμα τοῦτο, ὃ ἐποίησας., ἕνεκα τοῦ παιδαρίου ἔτι ζῶντος ἐνήστευες καὶ ἔκλαιες καὶ ἠγρύπνεις, καὶ ἡνίκα ἀπέθανεν τὸ παιδάριον, ἀνέστης καὶ ἔφαγες ἄρτον καὶ πέπωκας. ( ) 12,25 καὶ ἀπέστειλεν ἐν χειρὶ Ναθαν τοῦ προφήτου, καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ Ιδεδι ἕνεκεν κυρίου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 17