Second Livre de Samuel
11,13 καὶ ἐκάλεσεν αὐτὸν Δαυιδ, καὶ ἔφαγεν ἐνώπιον αὐτοῦ καὶ ἔπιεν, καὶ ἐμέθυσεν αὐτόν· καὶ ἐξῆλθεν ἑσπέρας τοῦ κοιμηθῆναι ἐπὶ τῆς κοίτης αὐτοῦ μετὰ τῶν δούλων τοῦ κυρίου αὐτοῦ, καὶ εἰς τὸν οἶκον αὐτοῦ οὐ κατέβη. ( ) 11,14 καὶ ἐγένετο πρωὶ καὶ ἔγραψεν Δαυιδ βιβλίον πρὸς Ιωαβ καὶ ἀπέστειλεν ἐν χειρὶ Ουριου. ( ) 11,15 καὶ ἔγραψεν ἐν τῷ βιβλίῳ λέγων Εἰσάγαγε τὸν Ουριαν ἐξ ἐναντίας τοῦ πολέμου τοῦ κραταιοῦ, καὶ ἀποστραφήσεσθε ἀπὸ ὄπισθεν αὐτοῦ, καὶ πληγήσεται καὶ ἀποθανεῖται. ( ) 11,16 καὶ ἐγενήθη ἐν τῷ φυλάσσειν Ιωαβ ἐπὶ τὴν πόλιν καὶ ἔθηκεν τὸν Ουριαν εἰς τὸν τόπον, οὗ ᾔδει ὅτι ἄνδρες δυνάμεως ἐκεῖ. ( ) 11,17 καὶ ἐξῆλθον οἱ ἄνδρες τῆς πόλεως καὶ ἐπολέμουν μετὰ Ιωαβ, καὶ ἔπεσαν ἐκ τοῦ λαοῦ ἐκ τῶν δούλων Δαυιδ, καὶ ἀπέθανεν καί γε Ουριας ὁ Χετταῖος. ( )

11,18 καὶ ἀπέστειλεν Ιωαβ καὶ ἀπήγγειλεν τῷ βασιλεῖ πάντας τοὺς λόγους τοῦ πολέμου


( )
11,19 καὶ ἐνετείλατο τῷ ἀγγέλῳ λέγων Ἐν τῷ συντελέσαι σε πάντας τοὺς λόγους τοῦ πολέμου λαλῆσαι πρὸς τὸν βασιλέα ( ) 11,20 καὶ ἔσται ἐὰν ἀναβῇ ὁ θυμὸς τοῦ βασιλέως καὶ εἴπῃ σοι Τί ὅτι ἠγγίσατε πρὸς τὴν πόλιν πολεμῆσαι., οὐκ ᾔδειτε ὅτι τοξεύσουσιν ἀπάνωθεν τοῦ τείχους., ( ) 11,21 τίς ἐπάταξεν τὸν Αβιμελεχ υἱὸν Ιεροβααλ., οὐχὶ γυνὴ ἔρριψεν ἐπ αὐτὸν κλάσμα μύλου ἐπάνωθεν τοῦ τείχους καὶ ἀπέθανεν ἐν Θαμασι., ἵνα τί προσηγάγετε πρὸς τὸ τεῖχος., καὶ ἐρεῖς Καί γε Ουριας ὁ δοῦλός σου ὁ Χετταῖος ἀπέθανεν. ( ) 11,22 καὶ ἐπορεύθη ὁ ἄγγελος Ιωαβ πρὸς τὸν βασιλέα εἰς Ιερουσαλημ καὶ παρεγένετο καὶ ἀπήγγειλεν τῷ Δαυιδ πάντα, ὅσα ἀπήγγειλεν αὐτῷ Ιωαβ, πάντα τὰ ῥήματα τοῦ πολέμου. καὶ ἐθυμώθη Δαυιδ πρὸς Ιωαβ καὶ εἶπεν πρὸς τὸν ἄγγελον Ἵνα τί προσηγάγετε πρὸς τὴν πόλιν τοῦ π ( ) 11,23 καὶ εἶπεν ὁ ἄγγελος πρὸς Δαυιδ Ὅτι ἐκραταίωσαν ἐφ ἡμᾶς οἱ ἄνδρες καὶ ἐξῆλθαν ἐφ ἡμᾶς εἰς τὸν ἀγρόν, καὶ ἐγενήθημεν ἐπ αὐτοὺς ἕως τῆς θύρας τῆς πύλης, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 16