Second Livre de Samuel
8,14 καὶ ἔθετο ἐν τῇ Ιδουμαίᾳ φρουράν, ἐν πάσῃ τῇ Ιδουμαίᾳ, καὶ ἐγένοντο πάντες οἱ Ιδουμαῖοι δοῦλοι τῷ βασιλεῖ. καὶ ἔσωσεν κύριος τὸν Δαυιδ ἐν πᾶσιν, οἷς ἐπορεύετο. ( ) 8,15 Καὶ ἐβασίλευσεν Δαυιδ ἐπὶ Ισραηλ, καὶ ἦν Δαυιδ ποιῶν κρίμα καὶ δικαιοσύνην ἐπὶ πάντα τὸν λαὸν αὐτοῦ. ( ) 8,16 καὶ Ιωαβ υἱὸς Σαρουιας ἐπὶ τῆς στρατιᾶς, καὶ Ιωσαφατ υἱὸς Αχια ἐπὶ τῶν ὑπομνημάτων, ( ) 8,17 καὶ Σαδδουκ υἱὸς Αχιτωβ καὶ Αχιμελεχ υἱὸς Αβιαθαρ ἱερεῖς, καὶ Ασα ὁ γραμματεύς, ( ) 8,18 καὶ Βαναιας υἱὸς Ιωδαε σύμβουλος, καὶ ὁ χελεθθι καὶ ὁ φελεττι· καὶ υἱοὶ Δαυιδ αὐλάρχαι ἦσαν. ( )

9,1 Καὶ εἶπεν Δαυιδ Εἰ ἔστιν ἔτι ὑπολελειμμένος τῷ οἴκῳ Σαουλ καὶ ποιήσω μετ αὐτοῦ ἔλεος ἕνεκεν Ιωναθαν.,


1591 Bible des peuples sur verset 2018-09-09: La question de David laisse entendre que déjà avait eu lieu l’exécution des descendants de Saül par les Gabaonites (2Samuel 21). David était lié à cette famille par son mariage avec Mikal : quelle qu’en soit la raison, elle n’aura pas d’enfants ( 6.23). Tous les hommes de cette famille ont donc péri, le premier étant Ichbaal ( 2.8) et il ne reste que l’infirme fils de Jonathan. David assure son avenir et s’assure que les survivants du clan de Saül ne pourront pas se servir de lui : il réside au palais. Ce chapitre sous-entend plus qu’il ne dit. En apparence il loue la générosité et la fidélité de David, en fait il laisse la porte ouverte pour les accusations de Chiméï en 16.7.

( )
9,2 καὶ ἐκ τοῦ οἴκου Σαουλ παῖς ἦν καὶ ὄνομα αὐτῷ Σιβα, καὶ καλοῦσιν αὐτὸν πρὸς Δαυιδ. καὶ εἶπεν πρὸς αὐτὸν ὁ βασιλεύς Εἰ σὺ εἶ Σιβα., καὶ εἶπεν Ἐγὼ δοῦλος σός. ( ) 9,3 καὶ εἶπεν ὁ βασιλεύς Εἰ ὑπολέλειπται ἐκ τοῦ οἴκου Σαουλ ἔτι ἀνὴρ καὶ ποιήσω μετ αὐτοῦ ἔλεος θεοῦ., καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἔτι ἔστιν υἱὸς τῷ Ιωναθαν πεπληγὼς τοὺς πόδας. ( ) 9,4 καὶ εἶπεν ὁ βασιλεύς Ποῦ οὗτος., καὶ εἶπεν Σιβα πρὸς τὸν βασιλέα Ἰδοὺ ἐν οἴκῳ Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ. ( ) 9,5 καὶ ἀπέστειλεν ὁ βασιλεὺς Δαυιδ καὶ ἔλαβεν αὐτὸν ἐκ τοῦ οἴκου Μαχιρ υἱοῦ Αμιηλ ἐκ τῆς Λαδαβαρ. ( ) 9,6 καὶ παραγίνεται Μεμφιβοσθε υἱὸς Ιωναθαν υἱοῦ Σαουλ πρὸς τὸν βασιλέα Δαυιδ καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ καὶ προσεκύνησεν αὐτῷ. καὶ εἶπεν αὐτῷ Δαυιδ Μεμφιβοσθε· καὶ εἶπεν Ἰδοὺ ὁ δοῦλός σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 16