Second Livre de Samuel
7,20 καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ., καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε. ( ) 7,21 διὰ τὸν λόγον σου πεποίηκας καὶ κατὰ τὴν καρδίαν σου ἐποίησας πᾶσαν τὴν μεγαλωσύνην ταύτην γνωρίσαι τῷ δούλῳ σου ( ) 7,22 ἕνεκεν τοῦ μεγαλῦναί σε, κύριέ μου κύριε, ὅτι οὐκ ἔστιν ὡς σὺ καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ ἐν πᾶσιν, οἷς ἠκούσαμεν ἐν τοῖς ὠσὶν ἡμῶν. ( ) 7,23 καὶ τίς ὡς ὁ λαός σου Ισραηλ ἔθνος ἄλλο ἐν τῇ γῇ., ὡς ὡδήγησεν αὐτὸν ὁ θεὸς τοῦ λυτρώσασθαι αὐτῷ λαὸν τοῦ θέσθαι σε ὄνομα τοῦ ποιῆσαι μεγαλωσύνην καὶ ἐπιφάνειαν τοῦ ἐκβαλεῖν σε ἐκ προσώπου τοῦ λαοῦ σου, οὗ ἐλυτρώσω σεαυτῷ ἐξ Αἰγύπτου, ἔθνη καὶ σκηνώματα. ( ) 7,24 καὶ ἡτοίμασας σεαυτῷ τὸν λαόν σου Ισραηλ λαὸν ἕως αἰῶνος, καὶ σύ, κύριε, ἐγένου αὐτοῖς εἰς θεόν. ( )

7,25 καὶ νῦν, κύριέ μου κύριε, τὸ ῥῆμα, ὃ ἐλάλησας περὶ τοῦ δούλου σου καὶ τοῦ οἴκου αὐτοῦ, πίστωσον ἕως αἰῶνος, κύριε παντοκράτωρ θεὲ τοῦ Ισραηλ· καὶ νῦν καθὼς ἐλάλησας,


( )
7,26 μεγαλυνθείη τὸ ὄνομά σου ἕως αἰῶνος. ( ) 7,27 κύριε παντοκράτωρ θεὸς Ισραηλ, ἀπεκάλυψας τὸ ὠτίον τοῦ δούλου σου λέγων Οἶκον οἰκοδομήσω σοι· διὰ τοῦτο εὗρεν ὁ δοῦλός σου τὴν καρδίαν ἑαυτοῦ τοῦ προσεύξασθαι πρὸς σὲ τὴν προσευχὴν ταύτην. ( ) 7,28 καὶ νῦν, κύριέ μου κύριε, σὺ εἶ ὁ θεός, καὶ οἱ λόγοι σου ἔσονται ἀληθινοί, καὶ ἐλάλησας ὑπὲρ τοῦ δούλου σου τὰ ἀγαθὰ ταῦτα· ( ) 7,29 καὶ νῦν ἄρξαι καὶ εὐλόγησον τὸν οἶκον τοῦ δούλου σου τοῦ εἶναι εἰς τὸν αἰῶνα ἐνώπιόν σου, ὅτι σὺ εἶ, κύριέ μου κύριε, ἐλάλησας, καὶ ἀπὸ τῆς εὐλογίας σου εὐλογηθήσεται ὁ οἶκος τοῦ δούλου σου εἰς τὸν αἰῶνα. ( ) 8,1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπάταξεν Δαυιδ τοὺς ἀλλοφύλους καὶ ἐτροπώσατο αὐτούς· καὶ ἔλαβεν Δαυιδ τὴν ἀφωρισμένην ἐκ χειρὸς τῶν ἀλλοφύλων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 16