Second Livre de Samuel
7,10 καὶ θήσομαι τόπον τῷ λαῷ μου τῷ Ισραηλ καὶ καταφυτεύσω αὐτόν, καὶ κατασκηνώσει καθ ἑαυτὸν καὶ οὐ μεριμνήσει οὐκέτι, καὶ οὐ προσθήσει υἱὸς ἀδικίας τοῦ ταπεινῶσαι αὐτὸν καθὼς ἀπ ἀρχῆς ( ) 7,11 ἀπὸ τῶν ἡμερῶν, ὧν ἔταξα κριτὰς ἐπὶ τὸν λαόν μου Ισραηλ, καὶ ἀναπαύσω σε ἀπὸ πάντων τῶν ἐχθρῶν σου, καὶ ἀπαγγελεῖ σοι κύριος ὅτι οἶκον οἰκοδομήσεις αὐτῷ. ( ) 7,12 καὶ ἔσται ἐὰν πληρωθῶσιν αἱ ἡμέραι σου καὶ κοιμηθήσῃ μετὰ τῶν πατέρων σου, καὶ ἀναστήσω τὸ σπέρμα σου μετὰ σέ, ὃς ἔσται ἐκ τῆς κοιλίας σου, καὶ ἑτοιμάσω τὴν βασιλείαν αὐτοῦ· ( ) 7,13 αὐτὸς οἰκοδομήσει μοι οἶκον τῷ ὀνόματί μου, καὶ ἀνορθώσω τὸν θρόνον αὐτοῦ ἕως εἰς τὸν αἰῶνα. ( ) 7,14 ἐγὼ ἔσομαι αὐτῷ εἰς πατέρα, καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν· καὶ ἐὰν ἔλθῃ ἡ ἀδικία αὐτοῦ, καὶ ἐλέγξω αὐτὸν ἐν ῥάβδῳ ἀνδρῶν καὶ ἐν ἁφαῖς υἱῶν ἀνθρώπων· ( )

7,15 τὸ δὲ ἔλεός μου οὐκ ἀποστήσω ἀπ αὐτοῦ, καθὼς ἀπέστησα ἀφ ὧν ἀπέστησα ἐκ προσώπου μου.


( )
7,16 καὶ πιστωθήσεται ὁ οἶκος αὐτοῦ καὶ ἡ βασιλεία αὐτοῦ ἕως αἰῶνος ἐνώπιον ἐμοῦ, καὶ ὁ θρόνος αὐτοῦ ἔσται ἀνωρθωμένος εἰς τὸν αἰῶνα. ( ) 7,17 κατὰ πάντας τοὺς λόγους τούτους καὶ κατὰ πᾶσαν τὴν ὅρασιν ταύτην, οὕτως ἐλάλησεν Ναθαν πρὸς Δαυιδ. ( ) 7,18 καὶ εἰσῆλθεν ὁ βασιλεὺς Δαυιδ καὶ ἐκάθισεν ἐνώπιον κυρίου καὶ εἶπεν Τίς εἰμι ἐγώ, κύριέ μου κύριε, καὶ τίς ὁ οἶκός μου, ὅτι ἠγάπηκάς με ἕως τούτων., ( 1R 8,54 , ) 7,19 καὶ κατεσμικρύνθη μικρὸν ἐνώπιόν σου, κύριέ μου κύριε, καὶ ἐλάλησας ὑπὲρ τοῦ οἴκου τοῦ δούλου σου εἰς μακράν· οὗτος δὲ ὁ νόμος τοῦ ἀνθρώπου, κύριέ μου κύριε. ( ) 7,20 καὶ τί προσθήσει Δαυιδ ἔτι τοῦ λαλῆσαι πρὸς σέ., καὶ νῦν σὺ οἶδας τὸν δοῦλόν σου, κύριέ μου κύριε. ( )



trouve dans 1 passage(s): David ne construira pas le temple,
trouve dans 1 liturgie(s): Dimanche-4-Avent annee B,
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 16