Second Livre de Samuel
3,14 καὶ ἐξαπέστειλεν Δαυιδ πρὸς Μεμφιβοσθε υἱὸν Σαουλ ἀγγέλους λέγων Ἀπόδος μοι τὴν γυναῖκά μου τὴν Μελχολ, ἣν ἔλαβον ἐν ἑκατὸν ἀκροβυστίαις ἀλλοφύλων. ( ) 3,15 καὶ ἀπέστειλεν Μεμφιβοσθε καὶ ἔλαβεν αὐτὴν παρὰ τοῦ ἀνδρὸς αὐτῆς, παρὰ Φαλτιηλ υἱοῦ Σελλης. ( ) 3,16 καὶ ἐπορεύετο ὁ ἀνὴρ αὐτῆς μετ αὐτῆς κλαίων ὀπίσω αὐτῆς ἕως Βαρακιμ· καὶ εἶπεν πρὸς αὐτὸν Αβεννηρ Πορεύου ἀνάστρεφε· καὶ ἀνέστρεψεν. ( ) 3,17 καὶ εἶπεν Αβεννηρ πρὸς τοὺς πρεσβυτέρους Ισραηλ λέγων Ἐχθὲς καὶ τρίτην ἐζητεῖτε τὸν Δαυιδ βασιλεύειν ἐφ ὑμῶν· ( ) 3,18 καὶ νῦν ποιήσατε, ὅτι κύριος ἐλάλησεν περὶ Δαυιδ λέγων Ἐν χειρὶ τοῦ δούλου μου Δαυιδ σώσω τὸν Ισραηλ ἐκ χειρὸς ἀλλοφύλων καὶ ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτῶν. ( )

3,19 καὶ ἐλάλησεν Αβεννηρ ἐν τοῖς ὠσὶν Βενιαμιν. καὶ ἐπορεύθη Αβεννηρ τοῦ λαλῆσαι εἰς τὰ ὦτα τοῦ Δαυιδ εἰς Χεβρων πάντα, ὅσα ἤρεσεν ἐν ὀφθαλμοῖς Ισραηλ καὶ ἐν ὀφθαλμοῖς παντὸς οἴκου Βενιαμιν.


( )
3,20 Καὶ ἦλθεν Αβεννηρ πρὸς Δαυιδ εἰς Χεβρων καὶ μετ αὐτοῦ εἴκοσι ἄνδρες. καὶ ἐποίησεν Δαυιδ τῷ Αβεννηρ καὶ τοῖς ἀνδράσιν τοῖς μετ αὐτοῦ πότον. ( ) 3,21 καὶ εἶπεν Αβεννηρ πρὸς Δαυιδ Ἀναστήσομαι δὴ καὶ πορεύσομαι καὶ συναθροίσω πρὸς κύριόν μου τὸν βασιλέα πάντα Ισραηλ καὶ διαθήσομαι μετὰ σοῦ διαθήκην, καὶ βασιλεύσεις ἐπὶ πᾶσιν, οἷς ἐπιθυμεῖ ἡ ψυχή σου. καὶ ἀπέστειλεν Δαυιδ τὸν Αβεννηρ, καὶ ἐπορεύθη ἐν εἰρή ( ) 3,22 καὶ ἰδοὺ οἱ παῖδες Δαυιδ καὶ Ιωαβ παρεγίνοντο ἐκ τῆς ἐξοδίας καὶ σκῦλα πολλὰ ἔφερον μετ αὐτῶν· καὶ Αβεννηρ οὐκ ἦν μετὰ Δαυιδ εἰς Χεβρων, ὅτι ἀπεστάλκει αὐτὸν καὶ ἀπεληλύθει ἐν εἰρήνῃ. ( ) 3,23 καὶ Ιωαβ καὶ πᾶσα ἡ στρατιὰ αὐτοῦ ἤχθησαν, καὶ ἀπηγγέλη τῷ Ιωαβ λέγοντες Ἥκει Αβεννηρ υἱὸς Νηρ πρὸς Δαυιδ, καὶ ἀπέσταλκεν αὐτὸν καὶ ἀπῆλθεν ἐν εἰρήνῃ. ( ) 3,24 καὶ εἰσῆλθεν Ιωαβ πρὸς τὸν βασιλέα καὶ εἶπεν Τί τοῦτο ἐποίησας., ἰδοὺ ἦλθεν Αβεννηρ πρὸς σέ, καὶ ἵνα τί ἐξαπέσταλκας αὐτὸν καὶ ἀπελήλυθεν ἐν εἰρήνῃ., ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15