Second Livre de Samuel
2,6 καὶ νῦν ποιήσαι κύριος μεθ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο· ( ) 2,7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ ἑαυτοὺς εἰς βασιλέα. ( ) 2,8 Καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ ( ) 2,9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ. ( ) 2,10 τεσσαράκοντα ἐτῶν Ιεβοσθε υἱὸς Σαουλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ, καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα, οἳ ἦσαν ὀπίσω Δαυιδ· ( )

2,11 καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα, ἑπτὰ ἔτη καὶ ἓξ μῆνας.


( )
2,12 Καὶ ἐξῆλθεν Αβεννηρ υἱὸς Νηρ καὶ οἱ παῖδες Ιεβοσθε υἱοῦ Σαουλ ἐκ Μαναεμ εἰς Γαβαων· ( ) 2,13 καὶ Ιωαβ υἱὸς Σαρουιας καὶ οἱ παῖδες Δαυιδ ἐξήλθοσαν ἐκ Χεβρων καὶ συναντῶσιν αὐτοῖς ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐπὶ τὸ αὐτό, καὶ ἐκάθισαν οὗτοι ἐπὶ τὴν κρήνην τὴν Γαβαων ἐντεῦθεν καὶ οὗτοι ἐπὶ τὴν κρήνην ἐντεῦθεν. ( ) 2,14 καὶ εἶπεν Αβεννερ πρὸς Ιωαβ Ἀναστήτωσαν δὴ τὰ παιδάρια καὶ παιξάτωσαν ἐνώπιον ἡμῶν· καὶ εἶπεν Ιωαβ Ἀναστήτωσαν. ( ) 2,15 καὶ ἀνέστησαν καὶ παρῆλθον ἐν ἀριθμῷ τῶν παίδων Βενιαμιν δώδεκα τῶν Ιεβοσθε υἱοῦ Σαουλ καὶ δώδεκα ἐκ τῶν παίδων Δαυιδ. ( ) 2,16 καὶ ἐκράτησαν ἕκαστος τῇ χειρὶ τὴν κεφαλὴν τοῦ πλησίον αὐτοῦ, καὶ μάχαιρα αὐτοῦ εἰς πλευρὰν τοῦ πλησίον αὐτοῦ, καὶ πίπτουσιν κατὰ τὸ αὐτό· καὶ ἐκλήθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου Μερὶς τῶν ἐπιβούλων, ἥ ἐστιν ἐν Γαβαων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15