Second Livre de Samuel
2,1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα., καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνάβηθι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ., καὶ εἶπεν Εἰς Χεβρων. ( ) 2,2 καὶ ἀνέβη ἐκεῖ Δαυιδ εἰς Χεβρων καὶ ἀμφότεραι αἱ γυναῖκες αὐτοῦ, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου, ( ) 2,3 καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ, ἕκαστος καὶ ὁ οἶκος αὐτοῦ, καὶ κατῴκουν ἐν ταῖς πόλεσιν Χεβρων. ( ) 2,4 καὶ ἔρχονται ἄνδρες τῆς Ιουδαίας καὶ χρίουσιν τὸν Δαυιδ ἐκεῖ τοῦ βασιλεύειν ἐπὶ τὸν οἶκον Ιουδα. Καὶ ἀπήγγειλαν τῷ Δαυιδ λέγοντες ὅτι Οἱ ἄνδρες Ιαβις τῆς Γαλααδίτιδος ἔθαψαν τὸν Σαουλ. ( 1S 16,1 , ) 2,5 καὶ ἀπέστειλεν Δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους Ιαβις τῆς Γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ Σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ· ( )

2,6 καὶ νῦν ποιήσαι κύριος μεθ ὑμῶν ἔλεος καὶ ἀλήθειαν, καί γε ἐγὼ ποιήσω μεθ ὑμῶν τὰ ἀγαθὰ ταῦτα, ὅτι ἐποιήσατε τὸ ῥῆμα τοῦτο·


( )
2,7 καὶ νῦν κραταιούσθωσαν αἱ χεῖρες ὑμῶν καὶ γίνεσθε εἰς υἱοὺς δυνατούς, ὅτι τέθνηκεν ὁ κύριος ὑμῶν Σαουλ, καί γε ἐμὲ κέχρικεν ὁ οἶκος Ιουδα ἐφ ἑαυτοὺς εἰς βασιλέα. ( ) 2,8 Καὶ Αβεννηρ υἱὸς Νηρ ἀρχιστράτηγος τοῦ Σαουλ ἔλαβεν τὸν Ιεβοσθε υἱὸν Σαουλ καὶ ἀνεβίβασεν αὐτὸν ἐκ τῆς παρεμβολῆς εἰς Μαναεμ ( ) 2,9 καὶ ἐβασίλευσεν αὐτὸν ἐπὶ τὴν Γαλααδῖτιν καὶ ἐπὶ τὸν Θασιρι καὶ ἐπὶ τὸν Ιεζραελ καὶ ἐπὶ τὸν Εφραιμ καὶ ἐπὶ τὸν Βενιαμιν καὶ ἐπὶ πάντα Ισραηλ. ( ) 2,10 τεσσαράκοντα ἐτῶν Ιεβοσθε υἱὸς Σαουλ, ὅτε ἐβασίλευσεν ἐπὶ τὸν Ισραηλ, καὶ δύο ἔτη ἐβασίλευσεν πλὴν τοῦ οἴκου Ιουδα, οἳ ἦσαν ὀπίσω Δαυιδ· ( ) 2,11 καὶ ἐγένοντο αἱ ἡμέραι, ἃς Δαυιδ ἐβασίλευσεν ἐν Χεβρων ἐπὶ τὸν οἶκον Ιουδα, ἑπτὰ ἔτη καὶ ἓξ μῆνας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15