Second Livre de Samuel
1,18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα – ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦσ ( Jos 10,12 , ) 1,19 Στήλωσον, Ισραηλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί. ( ) 1,20 μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. ( ) 1,21 ὄρη τὰ ἐν Γελβουε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. ( ) 1,22 ἀφ αἵματος τραυματιῶν, ἀπὸ στέατος δυνατῶν τόξον Ιωναθαν οὐκ ἀπεστράφη κενὸν εἰς τὰ ὀπίσω, καὶ ῥομφαία Σαουλ οὐκ ἀνέκαμψεν κενή. ( )

1,23 Σαουλ καὶ Ιωναθαν, οἱ ἠγαπημένοι καὶ ὡραῖοι, οὐ διακεχω ρισμένοι, εὐπρεπεῖς ἐν τῇ ζωῇ αὐτῶν καὶ ἐν τῷ θανάτῳ αὐτῶν οὐ διεχωρίσθησαν, ὑπὲρ ἀετοὺς κοῦφοι καὶ ὑπὲρ λέοντας ἐκραταιώθησαν.


( )
1,24 θυγατέρες Ισραηλ, ἐπὶ Σαουλ κλαύσατε τὸν ἐνδιδύσκοντα ὑμᾶς κόκκινα μετὰ κόσμου ὑμῶν, τὸν ἀναφέροντα κόσμον χρυσοῦν ἐπὶ τὰ ἐνδύματα ὑμῶν. ( ) 1,25 πῶς ἔπεσαν δυνατοὶ ἐν μέσῳ τοῦ πολέμου· Ιωναθαν ἐπὶ τὰ ὕψη σου τραυματίας. ( ) 1,26 ἀλγῶ ἐπὶ σοί, ἄδελφέ μου Ιωναθαν· ὡραιώθης μοι σφόδρα, ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπησιν γυναικῶν. ( ) 1,27 πῶς ἔπεσαν δυνατοὶ καὶ ἀπώλοντο σκεύη πολεμικά. ( ) 2,1 Καὶ ἐγένετο μετὰ ταῦτα καὶ ἐπηρώτησεν Δαυιδ ἐν κυρίῳ λέγων Εἰ ἀναβῶ εἰς μίαν τῶν πόλεων Ιουδα., καὶ εἶπεν κύριος πρὸς αὐτόν Ἀνάβηθι. καὶ εἶπεν Δαυιδ Ποῦ ἀναβῶ., καὶ εἶπεν Εἰς Χεβρων. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15