Second Livre de Samuel
1,11 καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. ( ) 1,12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ. ( Lc 17,12 , ) 1,13 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ., καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι. ( ) 1,14 καὶ εἶπεν αὐτῷ Δαυιδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου., ( ) 1,15 καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν. ( )

1,16 καὶ εἶπεν Δαυιδ πρὸς αὐτόν Τὸ αἷμά σου ἐπὶ τὴν κεφαλήν σου, ὅτι τὸ στόμα σου ἀπεκρίθη κατὰ σοῦ λέγων ὅτι Ἐγὼ ἐθανάτωσα τὸν χριστὸν κυρίου.


( )
1,17 Καὶ ἐθρήνησεν Δαυιδ τὸν θρῆνον τοῦτον ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ ( ) 1,18 καὶ εἶπεν τοῦ διδάξαι τοὺς υἱοὺς Ιουδα – ἰδοὺ γέγραπται ἐπὶ βιβλίου τοῦ εὐθοῦσ ( Jos 10,12 , ) 1,19 Στήλωσον, Ισραηλ, ὑπὲρ τῶν τεθνηκότων ἐπὶ τὰ ὕψη σου τραυματιῶν· πῶς ἔπεσαν δυνατοί. ( ) 1,20 μὴ ἀναγγείλητε ἐν Γεθ καὶ μὴ εὐαγγελίσησθε ἐν ταῖς ἐξόδοις Ἀσκαλῶνος, μήποτε εὐφρανθῶσιν θυγατέρες ἀλλοφύλων, μήποτε ἀγαλλιάσωνται θυγατέρες τῶν ἀπεριτμήτων. ( ) 1,21 ὄρη τὰ ἐν Γελβουε, μὴ καταβῇ δρόσος καὶ μὴ ὑετὸς ἐφ ὑμᾶς καὶ ἀγροὶ ἀπαρχῶν, ὅτι ἐκεῖ προσωχθίσθη θυρεὸς δυνατῶν, θυρεὸς Σαουλ οὐκ ἐχρίσθη ἐν ἐλαίῳ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15