Second Livre de Samuel
1,5 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πῶς οἶδας ὅτι τέθνηκεν Σαουλ καὶ Ιωναθαν ὁ υἱὸς αὐτοῦ., ( ) 1,6 καὶ εἶπεν τὸ παιδάριον τὸ ἀπαγγέλλον αὐτῷ Περιπτώματι περιέπεσον ἐν τῷ ὄρει τῷ Γελβουε, καὶ ἰδοὺ Σαουλ ἐπεστήρικτο ἐπὶ τὸ δόρυ αὐτοῦ, καὶ ἰδοὺ τὰ ἅρματα καὶ οἱ ἱππάρχαι συνῆψαν αὐτῷ. ( ) 1,7 καὶ ἐπέβλεψεν ἐπὶ τὰ ὀπίσω αὐτοῦ καὶ εἶδέν με καὶ ἐκάλεσέν με, καὶ εἶπα Ἰδοὺ ἐγώ. ( ) 1,8 καὶ εἶπέν μοι Τίς εἶ σύ., καὶ εἶπα Αμαληκίτης ἐγώ εἰμι. ( ) 1,9 καὶ εἶπεν πρός με Στῆθι δὴ ἐπάνω μου καὶ θανάτωσόν με, ὅτι κατέσχεν με σκότος δεινόν, ὅτι πᾶσα ἡ ψυχή μου ἐν ἐμοί. ( )

1,10 καὶ ἐπέστην ἐπ αὐτὸν καὶ ἐθανάτωσα αὐτόν, ὅτι ᾔδειν ὅτι οὐ ζήσεται μετὰ τὸ πεσεῖν αὐτόν· καὶ ἔλαβον τὸ βασίλειον τὸ ἐπὶ τὴν κεφαλὴν αὐτοῦ καὶ τὸν χλιδῶνα τὸν ἐπὶ τοῦ βραχίονος αὐτοῦ καὶ ἐνήνοχα αὐτὰ τῷ κυρίῳ μου ὧδε.


( )
1,11 καὶ ἐκράτησεν Δαυιδ τῶν ἱματίων αὐτοῦ καὶ διέρρηξεν αὐτά, καὶ πάντες οἱ ἄνδρες οἱ μετ αὐτοῦ διέρρηξαν τὰ ἱμάτια αὐτῶν. ( ) 1,12 καὶ ἐκόψαντο καὶ ἔκλαυσαν καὶ ἐνήστευσαν ἕως δείλης ἐπὶ Σαουλ καὶ ἐπὶ Ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ ἐπὶ τὸν λαὸν Ιουδα καὶ ἐπὶ τὸν οἶκον Ισραηλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ. ( Lc 17,12 , ) 1,13 καὶ εἶπεν Δαυιδ τῷ παιδαρίῳ τῷ ἀπαγγέλλοντι αὐτῷ Πόθεν εἶ σύ., καὶ εἶπεν Υἱὸς ἀνδρὸς παροίκου Αμαληκίτου ἐγώ εἰμι. ( ) 1,14 καὶ εἶπεν αὐτῷ Δαυιδ Πῶς οὐκ ἐφοβήθης ἐπενεγκεῖν χεῖρά σου διαφθεῖραι τὸν χριστὸν κυρίου., ( ) 1,15 καὶ ἐκάλεσεν Δαυιδ ἓν τῶν παιδαρίων αὐτοῦ καὶ εἶπεν Προσελθὼν ἀπάντησον αὐτῷ· καὶ ἐπάταξεν αὐτόν, καὶ ἀπέθανεν. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15