Premier Livre de Samuel
30,4 καὶ ἦρεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν, ἕως ὅτου οὐκ ἦν ἐν αὐτοῖς ἰσχὺς ἔτι κλαίειν. ( ) 30,5 καὶ ἀμφότεραι αἱ γυναῖκες Δαυιδ ᾐχμαλωτεύθησαν, Αχινοομ ἡ Ιεζραηλῖτις καὶ Αβιγαια ἡ γυνὴ Ναβαλ τοῦ Καρμηλίου. ( ) 30,6 καὶ ἐθλίβη Δαυιδ σφόδρα, ὅτι εἶπεν ὁ λαὸς λιθοβολῆσαι αὐτόν, ὅτι κατώδυνος ψυχὴ παντὸς τοῦ λαοῦ, ἑκάστου ἐπὶ τοὺς υἱοὺς αὐτοῦ καὶ ἐπὶ τὰς θυγατέρας αὐτοῦ· καὶ ἐκραταιώθη Δαυιδ ἐν κυρίῳ θεῷ αὐτοῦ. ( ) 30,7 καὶ εἶπεν Δαυιδ πρὸς Αβιαθαρ τὸν ἱερέα υἱὸν Αχιμελεχ Προσάγαγε τὸ εφουδ. ( ) 30,8 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ καταδιώξω ὀπίσω τοῦ γεδδουρ τούτου., εἰ καταλήμψομαι αὐτούς., καὶ εἶπεν αὐτῷ Καταδίωκε, ὅτι καταλαμβάνων καταλήμψῃ καὶ ἐξαιρούμενος ἐξελῇ. ( )

30,9 καὶ ἐπορεύθη Δαυιδ, αὐτὸς καὶ οἱ ἑξακόσιοι ἄνδρες μετ αὐτοῦ, καὶ ἔρχονται ἕως τοῦ χειμάρρου Βοσορ, καὶ οἱ περισσοὶ ἔστησαν.


( )
30,10 καὶ κατεδίωξεν ἐν τετρακοσίοις ἀνδράσιν, ὑπέστησαν δὲ διακόσιοι ἄνδρες, οἵτινες ἐκάθισαν πέραν τοῦ χειμάρρου τοῦ Βοσορ. ( ) 30,11 καὶ εὑρίσκουσιν ἄνδρα Αἰγύπτιον ἐν ἀγρῷ καὶ λαμβάνουσιν αὐτὸν καὶ ἄγουσιν αὐτὸν πρὸς Δαυιδ ἐν ἀγρῷ· καὶ διδόασιν αὐτῷ ἄρτον, καὶ ἔφαγεν, καὶ ἐπότισαν αὐτὸν ὕδωρ· ( ) 30,12 καὶ διδόασιν αὐτῷ κλάσμα παλάθης, καὶ ἔφαγεν, καὶ κατέστη τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ, ὅτι οὐ βεβρώκει ἄρτον καὶ οὐ πεπώκει ὕδωρ τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας. ( ) 30,13 καὶ εἶπεν αὐτῷ Δαυιδ Τίνος σὺ εἶ καὶ πόθεν εἶ., καὶ εἶπεν τὸ παιδάριον τὸ Αἰγύπτιον Ἐγώ εἰμι δοῦλος ἀνδρὸς Αμαληκίτου, καὶ κατέλιπέν με ὁ κύριός μου, ὅτι ἠνωχλήθην ἐγὼ σήμερον τριταῖος. ( ) 30,14 καὶ ἡμεῖς ἐπεθέμεθα ἐπὶ νότον τοῦ Χολθι καὶ ἐπὶ τὰ τῆς Ιουδαίας μέρη καὶ ἐπὶ νότον Χελουβ καὶ τὴν Σεκελακ ἐνεπυρίσαμεν ἐν πυρί. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15