Premier Livre de Samuel
28,1 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ, καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Γινώσκων γνώσει ὅτι μετ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. ( ) 28,2 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας. ( ) 28,3 Καὶ Σαμουηλ ἀπέθανεν, καὶ ἐκόψαντο αὐτὸν πᾶς Ισραηλ καὶ θάπτουσιν αὐτὸν ἐν Αρμαθαιμ ἐν πόλει αὐτοῦ. καὶ Σαουλ περιεῖλεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς. ( ) 28,4 καὶ συναθροίζονται οἱ ἀλλόφυλοι καὶ ἔρχονται καὶ παρεμβάλλουσιν εἰς Σωμαν, καὶ συναθροίζει Σαουλ πάντα ἄνδρα Ισραηλ καὶ παρεμβάλλουσιν εἰς Γελβουε. ( ) 28,5 καὶ εἶδεν Σαουλ τὴν παρεμβολὴν τῶν ἀλλοφύλων καὶ ἐφοβήθη, καὶ ἐξέστη ἡ καρδία αὐτοῦ σφόδρα. ( )

28,6 καὶ ἐπηρώτησεν Σαουλ διὰ κυρίου, καὶ οὐκ ἀπεκρίθη αὐτῷ κύριος ἐν τοῖς ἐνυπνίοις καὶ ἐν τοῖς δήλοις καὶ ἐν τοῖς προφήταις.


( )
28,7 καὶ εἶπεν Σαουλ τοῖς παισὶν αὐτοῦ Ζητήσατέ μοι γυναῖκα ἐγγαστρίμυθον, καὶ πορεύσομαι πρὸς αὐτὴν καὶ ζητήσω ἐν αὐτῇ· καὶ εἶπαν οἱ παῖδες αὐτοῦ πρὸς αὐτόν Ἰδοὺ γυνὴ ἐγγαστρίμυθος ἐν Αενδωρ. ( ) 28,8 καὶ συνεκαλύψατο Σαουλ καὶ περιεβάλετο ἱμάτια ἕτερα καὶ πορεύεται αὐτὸς καὶ δύο ἄνδρες μετ αὐτοῦ καὶ ἔρχονται πρὸς τὴν γυναῖκα νυκτὸς καὶ εἶπεν αὐτῇ Μάντευσαι δή μοι ἐν τῷ ἐγγαστριμύθῳ καὶ ἀνάγαγέ μοι ὃν ἐὰν εἴπω σοι. ( ) 28,9 καὶ εἶπεν ἡ γυνὴ πρὸς αὐτόν Ἰδοὺ δὴ σὺ οἶδας ὅσα ἐποίησεν Σαουλ, ὡς ἐξωλέθρευσεν τοὺς ἐγγαστριμύθους καὶ τοὺς γνώστας ἀπὸ τῆς γῆς· καὶ ἵνα τί σὺ παγιδεύεις τὴν ψυχήν μου θανατῶσαι αὐτήν., ( ) 28,10 καὶ ὤμοσεν αὐτῇ Σαουλ λέγων Ζῇ κύριος, εἰ ἀπαντήσεταί σοι ἀδικία ἐν τῷ λόγῳ τούτῳ. ( ) 28,11 καὶ εἶπεν ἡ γυνή Τίνα ἀναγάγω σοι., καὶ εἶπεν Τὸν Σαμουηλ ἀνάγαγέ μοι. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15