Premier Livre de Samuel
27,4 καὶ ἀνηγγέλη τῷ Σαουλ ὅτι πέφευγεν Δαυιδ εἰς Γεθ, καὶ οὐ προσέθετο ἔτι ζητεῖν αὐτόν. ( ) 27,5 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Εἰ δὴ εὕρηκεν ὁ δοῦλός σου χάριν ἐν ὀφθαλμοῖς σου, δότωσαν δή μοι τόπον ἐν μιᾷ τῶν πόλεων τῶν κατ ἀγρὸν καὶ καθήσομαι ἐκεῖ· καὶ ἵνα τί κάθηται ὁ δοῦλός σου ἐν πόλει βασιλευομένῃ μετὰ σοῦ., ( ) 27,6 καὶ ἔδωκεν αὐτῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τὴν Σεκελακ· διὰ τοῦτο ἐγενήθη Σεκελακ τῷ βασιλεῖ τῆς Ιουδαίας ἕως τῆς ἡμέρας ταύτης. ( ) 27,7 καὶ ἐγενήθη ὁ ἀριθμὸς τῶν ἡμερῶν, ὧν ἐκάθισεν Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων, τέσσαρας μῆνας. ( ) 27,8 καὶ ἀνέβαινεν Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ καὶ ἐπετίθεντο ἐπὶ πάντα τὸν Γεσιρι καὶ ἐπὶ τὸν Αμαληκίτην· καὶ ἰδοὺ ἡ γῆ κατῳκεῖτο ἀπὸ ἀνηκόντων ἡ ἀπὸ Γελαμψουρ τετειχισμένων καὶ ἕως γῆς Αἰγύπτου. ( )

27,9 καὶ ἔτυπτε τὴν γῆν καὶ οὐκ ἐζωογόνει ἄνδρα καὶ γυναῖκα καὶ ἐλάμβανεν ποίμνια καὶ βουκόλια καὶ ὄνους καὶ καμήλους καὶ ἱματισμόν, καὶ ἀνέστρεψαν καὶ ἤρχοντο πρὸς Αγχους.


( )
27,10 καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Ἐπὶ τίνα ἐπέθεσθε σήμερον., καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Κατὰ νότον τῆς Ιουδαίας καὶ κατὰ νότον Ιεσμεγα καὶ κατὰ νότον τοῦ Κενεζι. ( ) 27,11 καὶ ἄνδρα καὶ γυναῖκα οὐκ ἐζωογόνησεν τοῦ εἰσαγαγεῖν εἰς Γεθ λέγων Μὴ ἀναγγείλωσιν εἰς Γεθ καθ ἡμῶν λέγοντες Τάδε Δαυιδ ποιεῖ. καὶ τόδε τὸ δικαίωμα αὐτοῦ πάσας τὰς ἡμέρας, ἃς ἐκάθητο Δαυιδ ἐν ἀγρῷ τῶν ἀλλοφύλων. ( ) 27,12 καὶ ἐπιστεύθη Δαυιδ ἐν τῷ Αγχους σφόδρα λέγων Ἤισχυνται αἰσχυνόμενος ἐν τῷ λαῷ αὐτοῦ ἐν Ισραηλ καὶ ἔσται μοι δοῦλος εἰς τὸν αἰῶνα. ( ) 28,1 Καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις ἐκείναις καὶ συναθροίζονται ἀλλόφυλοι ἐν ταῖς παρεμβολαῖς αὐτῶν ἐξελθεῖν πολεμεῖν μετὰ Ισραηλ, καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Γινώσκων γνώσει ὅτι μετ ἐμοῦ ἐξελεύσει εἰς πόλεμον σὺ καὶ οἱ ἄνδρες σου. ( ) 28,2 καὶ εἶπεν Δαυιδ πρὸς Αγχους Οὕτω νῦν γνώσει ἃ ποιήσει ὁ δοῦλός σου· καὶ εἶπεν Αγχους πρὸς Δαυιδ Οὕτως ἀρχισωματοφύλακα θήσομαί σε πάσας τὰς ἡμέρας. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 15