Premier Livre de Samuel
25,22 τάδε ποιήσαι ὁ θεὸς τῷ Δαυιδ καὶ τάδε προσθείη, εἰ ὑπολείψομαι ἐκ πάντων τῶν τοῦ Ναβαλ ἕως πρωὶ οὐροῦντα πρὸς τοῖχον. ( ) 25,23 καὶ εἶδεν Αβιγαια τὸν Δαυιδ καὶ ἔσπευσεν καὶ κατεπήδησεν ἀπὸ τῆς ὄνου καὶ ἔπεσεν ἐνώπιον Δαυιδ ἐπὶ πρόσωπον αὐτῆς καὶ προσεκύνησεν αὐτῷ ἐπὶ τὴν γῆν ( ) 25,24 ἐπὶ τοὺς πόδας αὐτοῦ καὶ εἶπεν Ἐν ἐμοί, κύριέ μου, ἡ ἀδικία· λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου, καὶ ἄκουσον τῆς δούλης σου λόγον. ( ) 25,25 μὴ δὴ θέσθω ὁ κύριός μου καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, ὅτι κατὰ τὸ ὄνομα αὐτοῦ οὕτως ἐστίν· Ναβαλ ὄνομα αὐτῷ, καὶ ἀφροσύνη μετ αὐτοῦ· καὶ ἐγὼ ἡ δούλη σου οὐκ εἶδον τὰ παιδάριά σου, ἃ ἀπέστειλας. ( ) 25,26 καὶ νῦν, κύριε, ζῇ κύριος καὶ ζῇ ἡ ψυχή σου, καθὼς ἐκώλυσέν σε κύριος τοῦ μὴ ἐλθεῖν εἰς αἷμα ἀθῷον καὶ σῴζειν τὴν χεῖρά σού σοι, καὶ νῦν γένοιντο ὡς Ναβαλ οἱ ἐχθροί σου καὶ οἱ ζητοῦντες τῷ κυρίῳ μου κακά. ( )

25,27 καὶ νῦν λαβὲ τὴν εὐλογίαν ταύτην, ἣν ἐνήνοχεν ἡ δούλη σου τῷ κυρίῳ μου, καὶ δώσεις τοῖς παιδαρίοις τοῖς παρεστηκόσιν τῷ κυρίῳ μου.


( )
25,28 ἆρον δὴ τὸ ἀνόμημα τῆς δούλης σου, ὅτι ποιῶν ποιήσει κύριος τῷ κυρίῳ μου οἶκον πιστόν, ὅτι πόλεμον κυρίου ὁ κύριός μου πολεμεῖ, καὶ κακία οὐχ εὑρεθήσεται ἐν σοὶ πώποτε. ( ) 25,29 καὶ ἀναστήσεται ἄνθρωπος καταδιώκων σε καὶ ζητῶν τὴν ψυχήν σου, καὶ ἔσται ἡ ψυχὴ κυρίου μου ἐνδεδεμένη ἐν δεσμῷ τῆς ζωῆς παρὰ κυρίῳ τῷ θεῷ, καὶ ψυχὴν ἐχθρῶν σου σφενδονήσεις ἐν μέσῳ τῆς σφενδόνης. ( ) 25,30 καὶ ἔσται ὅτι ποιήσει κύριος τῷ κυρίῳ μου πάντα, ὅσα ἐλάλησεν ἀγαθὰ ἐπὶ σέ, καὶ ἐντελεῖταί σοι κύριος εἰς ἡγούμενον ἐπὶ Ισραηλ, ( ) 25,31 καὶ οὐκ ἔσται σοι τοῦτο βδελυγμὸς καὶ σκάνδαλον τῷ κυρίῳ μου, ἐκχέαι αἷμα ἀθῷον δωρεὰν καὶ σῶσαι χεῖρα κυρίου μου αὐτῷ. καὶ ἀγαθώσει κύριος τῷ κυρίῳ μου, καὶ μνησθήσῃ τῆς δούλης σου ἀγαθῶσαι αὐτῇ. ( ) 25,32 καὶ εἶπεν Δαυιδ τῇ Αβιγαια Εὐλογητὸς κύριος ὁ θεὸς Ισραηλ, ὃς ἀπέστειλέν σε σήμερον ἐν ταύτῃ εἰς ἀπάντησίν μου, ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14