Premier Livre de Samuel
24,22 καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. ( ) 24,23 καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ. καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν. ( ) 25,1 Καὶ ἀπέθανεν Σαμουηλ, καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ. – καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν. ( ) 25,2 καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. ( 2S 3,3 , ) 25,3 καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός. ( )

25,4 καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ,


( )
25,5 καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην ( ) 25,6 καὶ ἐρεῖτε τάδε Εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. ( ) 25,7 καὶ νῦν ἰδοὺ ἀκήκοα ὅτι κείρουσίν σοι· νῦν οἱ ποιμένες σου, οἳ ἦσαν μεθ ἡμῶν ἐν τῇ ἐρήμῳ, καὶ οὐκ ἀπεκωλύσαμεν αὐτοὺς καὶ οὐκ ἐνετειλάμεθα αὐτοῖς οὐθὲν πάσας τὰς ἡμέρας ὄντων αὐτῶν ἐν Καρμήλῳ· ( ) 25,8 ἐρώτησον τὰ παιδάριά σου, καὶ ἀπαγγελοῦσίν σοι. καὶ εὑρέτωσαν τὰ παιδάρια χάριν ἐν ὀφθαλμοῖς σου, ὅτι ἐφ ἡμέραν ἀγαθὴν ἥκομεν· δὸς δὴ ὃ ἐὰν εὕρῃ ἡ χείρ σου τῷ υἱῷ σου τῷ Δαυιδ. ( ) 25,9 καὶ ἔρχονται τὰ παιδάρια καὶ λαλοῦσιν τοὺς λόγους τούτους πρὸς Ναβαλ κατὰ πάντα τὰ ῥήματα ταῦτα ἐν τῷ ὀνόματι Δαυιδ. καὶ ἀνεπήδησεν ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14