Premier Livre de Samuel
24,19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με· ( ) 24,20 καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. ( ) 24,21 καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ. ( ) 24,22 καὶ νῦν ὄμοσόν μοι ἐν κυρίῳ ὅτι οὐκ ἐξολεθρεύσεις τὸ σπέρμα μου ὀπίσω μου καὶ οὐκ ἀφανιεῖς τὸ ὄνομά μου ἐκ τοῦ οἴκου τοῦ πατρός μου. ( ) 24,23 καὶ ὤμοσεν Δαυιδ τῷ Σαουλ. καὶ ἀπῆλθεν Σαουλ εἰς τὸν τόπον αὐτοῦ, καὶ Δαυιδ καὶ οἱ ἄνδρες αὐτοῦ ἀνέβησαν εἰς τὴν Μεσσαρα στενήν. ( )

25,1 Καὶ ἀπέθανεν Σαμουηλ, καὶ συναθροίζονται πᾶς Ισραηλ καὶ κόπτονται αὐτὸν καὶ θάπτουσιν αὐτὸν ἐν οἴκῳ αὐτοῦ ἐν Αρμαθαιμ. – καὶ ἀνέστη Δαυιδ καὶ κατέβη εἰς τὴν ἔρημον Μααν.


19602 Bible des Peuples sur titre chapitre 2023-11-11: David et Abigayil

1278 Bible des peuples sur verset 2018-08-27: Cet incident oppose deux hommes et deux mentalités : face à l’aventurier, le propriétaire n’a pas le plus beau rôle : la richesse est faite pour être partagée. On souligne le rôle de la femme dont la sagesse évite un désastre causé par la folie des hommes. David est assez humble pour constater que son tempérament impulsif le conduit à la violence et à l’injustice.

( )
25,2 καὶ ἦν ἄνθρωπος ἐν τῇ Μααν, καὶ τὰ ποίμνια αὐτοῦ ἐν τῷ Καρμήλῳ· καὶ ὁ ἄνθρωπος μέγας σφόδρα, καὶ τούτῳ ποίμνια τρισχίλια καὶ αἶγες χίλιαι· καὶ ἐγενήθη ἐν τῷ κείρειν τὸ ποίμνιον αὐτοῦ ἐν τῷ Καρμήλῳ. ( 2S 3,3 , ) 25,3 καὶ ὄνομα τῷ ἀνθρώπῳ Ναβαλ, καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ Αβιγαια· καὶ ἡ γυνὴ αὐτοῦ ἀγαθὴ συνέσει καὶ καλὴ τῷ εἴδει σφόδρα, καὶ ὁ ἄνθρωπος σκληρὸς καὶ πονηρὸς ἐν ἐπιτηδεύμασιν, καὶ ὁ ἄνθρωπος κυνικός. ( ) 25,4 καὶ ἤκουσεν Δαυιδ ἐν τῇ ἐρήμῳ ὅτι κείρει Ναβαλ ὁ Καρμήλιος τὸ ποίμνιον αὐτοῦ, ( ) 25,5 καὶ Δαυιδ ἀπέστειλεν δέκα παιδάρια καὶ εἶπεν τοῖς παιδαρίοις Ἀνάβητε εἰς Κάρμηλον καὶ ἀπέλθατε πρὸς Ναβαλ καὶ ἐρωτήσατε αὐτὸν ἐπὶ τῷ ὀνόματί μου εἰς εἰρήνην ( ) 25,6 καὶ ἐρεῖτε τάδε Εἰς ὥρας· καὶ σὺ ὑγιαίνων, καὶ ὁ οἶκός σου καὶ πάντα τὰ σὰ ὑγιαίνοντα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14