Premier Livre de Samuel
24,11 ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν. ( ) 24,12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν ( ) 24,13 δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, ( ) 24,14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. ( ) 24,15 καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ., ὀπίσω τίνος καταδιώκεις σύ., ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός. ( )

24,16 γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου.


1276 Bible des peuples sur verset 2018-08-27: Que Yahvé juge entre moi et toi. Ce n’est pas le désir de vengeance, mais la certitude de celui qui, tout en luttant pour ce qui lui semble juste, reconnaît que Dieu seul est maître de l’histoire. Et dans certains cas, il renonce à ses droits comme pour montrer sa confiance totale en Dieu. C’est ce que Jésus dit dans Matthieu 5.38-42.

( )
24,17 καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ, καὶ εἶπεν Σαουλ Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ., καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν. ( ) 24,18 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. ( ) 24,19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με· ( ) 24,20 καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. ( ) 24,21 καὶ νῦν ἰδοὺ ἐγὼ γινώσκω ὅτι βασιλεύων βασιλεύσεις καὶ στήσεται ἐν χερσίν σου βασιλεία Ισραηλ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14