Premier Livre de Samuel
24,10 καὶ εἶπεν Δαυιδ πρὸς Σαουλ Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων Ἰδοὺ Δαυιδ ζητεῖ τὴν ψυχήν σου., ( ) 24,11 ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑοράκασιν οἱ ὀφθαλμοί σου ὡς παρέδωκέν σε κύριος σήμερον εἰς χεῖρά μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί σε καὶ ἐφεισάμην σου καὶ εἶπα Οὐκ ἐποίσω χεῖρά μου ἐπὶ κύριόν μου, ὅτι χριστὸς κυρίου οὗτός ἐστιν. ( ) 24,12 καὶ ἰδοὺ τὸ πτερύγιον τῆς διπλοίδος σου ἐν τῇ χειρί μου· ἐγὼ ἀφῄρηκα τὸ πτερύγιον καὶ οὐκ ἀπέκταγκά σε. καὶ γνῶθι καὶ ἰδὲ σήμερον ὅτι οὐκ ἔστιν κακία ἐν τῇ χειρί μου οὐδὲ ἀσέβεια καὶ ἀθέτησις, καὶ οὐχ ἡμάρτηκα εἰς σέ· καὶ σὺ δεσμεύεις τὴν ψυχήν μου λαβεῖν ( ) 24,13 δικάσαι κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ, καὶ ἐκδικήσαι με κύριος ἐκ σοῦ· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σοί, ( ) 24,14 καθὼς λέγεται ἡ παραβολὴ ἡ ἀρχαία Ἐξ ἀνόμων ἐξελεύσεται πλημμέλεια· καὶ ἡ χείρ μου οὐκ ἔσται ἐπὶ σέ. ( )

24,15 καὶ νῦν ὀπίσω τίνος σὺ ἐκπορεύῃ, βασιλεῦ Ισραηλ., ὀπίσω τίνος καταδιώκεις σύ., ὀπίσω κυνὸς τεθνηκότος καὶ ὀπίσω ψύλλου ἑνός.


( )
24,16 γένοιτο κύριος εἰς κριτὴν καὶ δικαστὴν ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σοῦ· ἴδοι κύριος καὶ κρίναι τὴν κρίσιν μου καὶ δικάσαι μοι ἐκ χειρός σου. ( ) 24,17 καὶ ἐγένετο ὡς συνετέλεσεν Δαυιδ τὰ ῥήματα ταῦτα λαλῶν πρὸς Σαουλ, καὶ εἶπεν Σαουλ Ἦ φωνή σου αὕτη, τέκνον Δαυιδ., καὶ ἦρεν τὴν φωνὴν αὐτοῦ Σαουλ καὶ ἔκλαυσεν. ( ) 24,18 καὶ εἶπεν Σαουλ πρὸς Δαυιδ Δίκαιος σὺ ὑπὲρ ἐμέ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθά, ἐγὼ δὲ ἀνταπέδωκά σοι κακά. ( ) 24,19 καὶ σὺ ἀπήγγειλάς μοι σήμερον ἃ ἐποίησάς μοι ἀγαθά, ὡς ἀπέκλεισέν με κύριος σήμερον εἰς χεῖράς σου καὶ οὐκ ἀπέκτεινάς με· ( ) 24,20 καὶ ὅτι εἰ εὕροιτό τις τὸν ἐχθρὸν αὐτοῦ ἐν θλίψει καὶ ἐκπέμψαι αὐτὸν ἐν ὁδῷ ἀγαθῇ, καὶ κύριος ἀνταποτείσει αὐτῷ ἀγαθά, καθὼς πεποίηκας σήμερον. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14