Premier Livre de Samuel
23,13 καὶ ἀνέστη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ ὡς τετρακόσιοι καὶ ἐξῆλθον ἐκ Κειλα καὶ ἐπορεύοντο οὗ ἐὰν ἐπορεύθησαν· καὶ τῷ Σαουλ ἀπηγγέλη ὅτι διασέσωται Δαυιδ ἐκ Κειλα, καὶ ἀνῆκεν τοῦ ἐξελθεῖν. ( ) 23,14 Καὶ ἐκάθισεν Δαυιδ ἐν τῇ ἐρήμῳ ἐν Μασερεμ ἐν τοῖς στενοῖς καὶ ἐκάθητο ἐν τῇ ἐρήμῳ ἐν τῷ ὄρει Ζιφ ἐν τῇ γῇ τῇ αὐχμώδει· καὶ ἐζήτει αὐτὸν Σαουλ πάσας τὰς ἡμέρας, καὶ οὐ παρέδωκεν αὐτὸν κύριος εἰς τὰς χεῖρας αὐτοῦ. ( ) 23,15 καὶ εἶδεν Δαυιδ ὅτι ἐξέρχεται Σαουλ τοῦ ζητεῖν τὸν Δαυιδ· καὶ Δαυιδ ἐν τῷ ὄρει τῷ αὐχμώδει ἐν τῇ Καινῇ Ζιφ. ( ) 23,16 καὶ ἀνέστη Ιωναθαν υἱὸς Σαουλ καὶ ἐπορεύθη πρὸς Δαυιδ εἰς Καινὴν καὶ ἐκραταίωσεν τὰς χεῖρας αὐτοῦ ἐν κυρίῳ. ( ) 23,17 καὶ εἶπεν πρὸς αὐτόν Μὴ φοβοῦ, ὅτι οὐ μὴ εὕρῃ σε ἡ χεὶρ Σαουλ τοῦ πατρός μου, καὶ σὺ βασιλεύσεις ἐπὶ Ισραηλ, καὶ ἐγὼ ἔσομαί σοι εἰς δεύτερον· καὶ Σαουλ ὁ πατήρ μου οἶδεν οὕτως. ( )

23,18 καὶ διέθεντο ἀμφότεροι διαθήκην ἐνώπιον κυρίου. καὶ ἐκάθητο Δαυιδ ἐν Καινῇ, καὶ Ιωναθαν ἀπῆλθεν εἰς οἶκον αὐτοῦ.


( )
23,19 Καὶ ἀνέβησαν οἱ Ζιφαῖοι ἐκ τῆς αὐχμώδους πρὸς Σαουλ ἐπὶ τὸν βουνὸν λέγοντες Οὐκ ἰδοὺ Δαυιδ κέκρυπται παρ ἡμῖν ἐν Μεσσαρα ἐν τοῖς στενοῖς ἐν τῇ Καινῇ ἐν τῷ βουνῷ τοῦ Εχελα τοῦ ἐκ δεξιῶν τοῦ Ιεσσαιμουν., ( ) 23,20 καὶ νῦν πᾶν τὸ πρὸς ψυχὴν τοῦ βασιλέως εἰς κατάβασιν καταβαινέτω πρὸς ἡμᾶς· κεκλείκασιν αὐτὸν εἰς τὰς χεῖρας τοῦ βασιλέως. ( ) 23,21 καὶ εἶπεν αὐτοῖς Σαουλ Εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ, ὅτι ἐπονέσατε περὶ ἐμοῦ· ( ) 23,22 πορεύθητε δὴ καὶ ἑτοιμάσατε ἔτι καὶ γνῶτε τὸν τόπον αὐτοῦ, οὗ ἔσται ὁ ποὺς αὐτοῦ, ἐν τάχει ἐκεῖ οὗ εἴπατε, μήποτε πανουργεύσηται· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14