Premier Livre de Samuel
22,18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας εφουδ. ( ) 22,19 καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. ( ) 22,20 καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυιδ. ( ) 22,21 καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου. ( ) 22,22 καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ Ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου· ( )

22,23 κάθου μετ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ ἐμοί.


( )
23,1 Καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες Ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κειλα, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω. ( ) 23,2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους., καὶ εἶπεν κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κειλα. ( ) 23,3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κειλα., εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα. ( ) 23,4 καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κειλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. ( ) 23,5 καὶ ἐπορεύθη Δαυιδ καὶ οἱ ἄνδρες οἱ μετ αὐτοῦ εἰς Κειλα καὶ ἐπολέμησεν ἐν τοῖς ἀλλοφύλοις, καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ, καὶ ἀπήγαγεν τὰ κτήνη αὐτῶν καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην, καὶ ἔσωσεν Δαυιδ τοὺς κατοικοῦντας Κειλα. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14