Premier Livre de Samuel
22,17 καὶ εἶπεν ὁ βασιλεὺς τοῖς παρατρέχουσιν τοῖς ἐφεστηκόσιν ἐπ αὐτόν Προσαγάγετε καὶ θανατοῦτε τοὺς ἱερεῖς τοῦ κυρίου, ὅτι ἡ χεὶρ αὐτῶν μετὰ Δαυιδ, καὶ ὅτι ἔγνωσαν ὅτι φεύγει αὐτός, καὶ οὐκ ἀπεκάλυψαν τὸ ὠτίον μου. καὶ οὐκ ἐβουλήθησαν οἱ παῖδες τοῦ βασιλέως ( ) 22,18 καὶ εἶπεν ὁ βασιλεὺς τῷ Δωηκ Ἐπιστρέφου σὺ καὶ ἀπάντα εἰς τοὺς ἱερεῖς. καὶ ἐπεστράφη Δωηκ ὁ Σύρος καὶ ἐθανάτωσεν τοὺς ἱερεῖς κυρίου ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, τριακοσίους καὶ πέντε ἄνδρας, πάντας αἴροντας εφουδ. ( ) 22,19 καὶ τὴν Νομβα τὴν πόλιν τῶν ἱερέων ἐπάταξεν ἐν στόματι ῥομφαίας ἀπὸ ἀνδρὸς ἕως γυναικός, ἀπὸ νηπίου ἕως θηλάζοντος καὶ μόσχου καὶ ὄνου καὶ προβάτου. ( ) 22,20 καὶ διασῴζεται υἱὸς εἷς τῷ Αβιμελεχ υἱῷ Αχιτωβ, καὶ ὄνομα αὐτῷ Αβιαθαρ, καὶ ἔφυγεν ὀπίσω Δαυιδ. ( ) 22,21 καὶ ἀπήγγειλεν Αβιαθαρ τῷ Δαυιδ ὅτι ἐθανάτωσεν Σαουλ πάντας τοὺς ἱερεῖς τοῦ κυρίου. ( )

22,22 καὶ εἶπεν Δαυιδ τῷ Αβιαθαρ Ἤιδειν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὅτι Δωηκ ὁ Σύρος ὅτι ἀπαγγέλλων ἀπαγγελεῖ τῷ Σαουλ· ἐγώ εἰμι αἴτιος τῶν ψυχῶν οἴκου τοῦ πατρός σου·


( )
22,23 κάθου μετ ἐμοῦ, μὴ φοβοῦ, ὅτι οὗ ἐὰν ζητῶ τῇ ψυχῇ μου τόπον, ζητήσω καὶ τῇ ψυχῇ σου, ὅτι πεφύλαξαι σὺ παρ ἐμοί. ( ) 23,1 Καὶ ἀπηγγέλη τῷ Δαυιδ λέγοντες Ἰδοὺ οἱ ἀλλόφυλοι πολεμοῦσιν ἐν τῇ Κειλα, καὶ αὐτοὶ διαρπάζουσιν, καταπατοῦσιν τοὺς ἅλω. ( ) 23,2 καὶ ἐπηρώτησεν Δαυιδ διὰ τοῦ κυρίου λέγων Εἰ πορευθῶ καὶ πατάξω τοὺς ἀλλοφύλους τούτους., καὶ εἶπεν κύριος Πορεύου καὶ πατάξεις ἐν τοῖς ἀλλοφύλοις τούτοις καὶ σώσεις τὴν Κειλα. ( ) 23,3 καὶ εἶπαν οἱ ἄνδρες τοῦ Δαυιδ πρὸς αὐτόν Ἰδοὺ ἡμεῖς ἐνταῦθα ἐν τῇ Ιουδαίᾳ φοβούμεθα, καὶ πῶς ἔσται ἐὰν πορευθῶμεν εἰς Κειλα., εἰς τὰ σκῦλα τῶν ἀλλοφύλων εἰσπορευσόμεθα. ( ) 23,4 καὶ προσέθετο Δαυιδ ἐρωτῆσαι ἔτι διὰ τοῦ κυρίου, καὶ ἀπεκρίθη αὐτῷ κύριος καὶ εἶπεν πρὸς αὐτόν Ἀνάστηθι καὶ κατάβηθι εἰς Κειλα, ὅτι ἐγὼ παραδίδωμι τοὺς ἀλλοφύλους εἰς χεῖράς σου. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14