Premier Livre de Samuel
21,10 καὶ εἶπεν ὁ ἱερεύς Ἰδοὺ ἡ ῥομφαία Γολιαθ τοῦ ἀλλοφύλου, ὃν ἐπάταξας ἐν τῇ κοιλάδι Ηλα, καὶ αὐτὴ ἐνειλημένη ἐν ἱματίῳ· εἰ ταύτην λήμψῃ σεαυτῷ, λαβέ, ὅτι οὐκ ἔστιν ἑτέρα πάρεξ ταύτης ἐνταῦθα. καὶ εἶπεν Δαυιδ Ἰδοὺ οὐκ ἔστιν ὥσπερ αὐτή, δός μοι αὐτήν. ( ) 21,11 καὶ ἔδωκεν αὐτὴν αὐτῷ· καὶ ἀνέστη Δαυιδ καὶ ἔφυγεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου Σαουλ. Καὶ ἦλθεν Δαυιδ πρὸς Αγχους βασιλέα Γεθ. ( Ph 2,7 , ) 21,12 καὶ εἶπαν οἱ παῖδες Αγχους πρὸς αὐτόν Οὐχὶ οὗτος Δαυιδ ὁ βασιλεὺς τῆς γῆς., οὐχὶ τούτῳ ἐξῆρχον αἱ χορεύουσαι λέγουσαι Ἐπάταξεν Σαουλ ἐν χιλιάσιν αὐτοῦ καὶ Δαυιδ ἐν μυριάσιν αὐτοῦ., ( ) 21,13 καὶ ἔθετο Δαυιδ τὰ ῥήματα ἐν τῇ καρδίᾳ αὐτοῦ καὶ ἐφοβήθη σφόδρα ἀπὸ προσώπου Αγχους βασιλέως Γεθ. ( ) 21,14 καὶ ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐνώπιον αὐτοῦ καὶ προσεποιήσατο ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως καὶ παρεφέρετο ἐν ταῖς χερσὶν αὐτοῦ καὶ ἔπιπτεν ἐπὶ τὰς θύρας τῆς πύλης, καὶ τὰ σίελα αὐτοῦ κατέρρει ἐπὶ τὸν πώγωνα αὐτοῦ. ( )

21,15 καὶ εἶπεν Αγχους πρὸς τοὺς παῖδας αὐτοῦ Ἰδοὺ ἴδετε ἄνδρα ἐπίλημπτον· ἵνα τί εἰσηγάγετε αὐτὸν πρός με.,


( )
21,16 ἦ ἐλαττοῦμαι ἐπιλήμπτων ἐγώ, ὅτι εἰσαγειόχατε αὐτὸν ἐπιλημπτεύεσθαι πρός με., οὗτος οὐκ εἰσελεύσεται εἰς οἰκίαν. ( ) 22,1 Καὶ ἀπῆλθεν ἐκεῖθεν Δαυιδ καὶ διεσώθη καὶ ἔρχεται εἰς τὸ σπήλαιον τὸ Οδολλαμ. καὶ ἀκούουσιν οἱ ἀδελφοὶ αὐτοῦ καὶ ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καὶ καταβαίνουσιν πρὸς αὐτὸν ἐκεῖ. ( ) 22,2 καὶ συνήγοντο πρὸς αὐτὸν πᾶς ἐν ἀνάγκῃ καὶ πᾶς ὑπόχρεως καὶ πᾶς κατώδυνος ψυχῇ, καὶ ἦν ἐπ αὐτῶν ἡγούμενος· καὶ ἦσαν μετ αὐτοῦ ὡς τετρακόσιοι ἄνδρες. ( ) 22,3 καὶ ἀπῆλθεν Δαυιδ ἐκεῖθεν εἰς Μασσηφα τῆς Μωαβ καὶ εἶπεν πρὸς βασιλέα Μωαβ Γινέσθωσαν δὴ ὁ πατήρ μου καὶ ἡ μήτηρ μου παρὰ σοί, ἕως ὅτου γνῶ τί ποιήσει μοι ὁ θεός. ( ) 22,4 καὶ παρεκάλεσεν τὸ πρόσωπον τοῦ βασιλέως Μωαβ, καὶ κατῴκουν μετ αὐτοῦ πάσας τὰς ἡμέρας ὄντος τοῦ Δαυιδ ἐν τῇ περιοχῇ. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 14