Premier Livre de Samuel
20,11 καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Πορεύου καὶ μένε εἰς ἀγρόν. καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν. ( ) 20,12 καὶ εἶπεν Ιωναθαν πρὸς Δαυιδ Κύριος ὁ θεὸς Ισραηλ οἶδεν ὅτι ἀνακρινῶ τὸν πατέρα μου ὡς ἂν ὁ καιρὸς τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυιδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρόν· ( 2S 21,7 , ) 20,13 τάδε ποιήσαι ὁ θεὸς τῷ Ιωναθαν καὶ τάδε προσθείη, ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ καὶ ἀποκαλύψω τὸ ὠτίον σου καὶ ἐξαποστελῶ σε, καὶ ἀπελεύσῃ εἰς εἰρήνην· καὶ ἔσται κύριος μετὰ σοῦ, καθὼς ἦν μετὰ τοῦ πατρός μου. ( ) 20,14 καὶ μὲν ἔτι μου ζῶντος καὶ ποιήσεις ἔλεος μετ ἐμοῦ, καὶ ἐὰν θανάτῳ ἀποθάνω, ( ) 20,15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ ἐν τῷ ἐξαίρειν κύριον τοὺς ἐχθροὺς Δαυιδ ἕκαστον ἀπὸ προσώπου τῆς γῆς ( )

20,16 ἐξαρθῆναι τὸ ὄνομα τοῦ Ιωναθαν ἀπὸ τοῦ οἴκου Δαυιδ, καὶ ἐκζητήσαι κύριος ἐχθροὺς τοῦ Δαυιδ.


( )
20,17 καὶ προσέθετο ἔτι Ιωναθαν ὀμόσαι τῷ Δαυιδ, ὅτι ἠγάπησεν ψυχὴν ἀγαπῶντος αὐτόν. ( ) 20,18 καὶ εἶπεν Ιωναθαν Αὔριον νουμηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου. ( ) 20,19 καὶ τρισσεύσεις καὶ ἐπισκέψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου, οὗ ἐκρύβης ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ εργαβ ἐκεῖνο. ( ) 20,20 καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων ἐκπέμπων εἰς τὴν αματταρι· ( ) 20,21 καὶ ἰδοὺ ἀποστελῶ τὸ παιδάριον λέγων Δεῦρο εὑρέ μοι τὴν σχίζαν· ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ Ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λαβὲ αὐτήν, παραγίνου, ὅτι εἰρήνη σοι καὶ οὐκ ἔστιν λόγος, ζῇ κύριος· ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13