Premier Livre de Samuel
19,16 καὶ ἔρχονται οἱ ἄγγελοι, καὶ ἰδοὺ τὰ κενοτάφια ἐπὶ τῆς κλίνης, καὶ ἧπαρ τῶν αἰγῶν πρὸς κεφαλῆς αὐτοῦ. ( ) 19,17 καὶ εἶπεν Σαουλ τῇ Μελχολ Ἵνα τί οὕτως παρελογίσω με καὶ ἐξαπέστειλας τὸν ἐχθρόν μου καὶ διεσώθη., καὶ εἶπεν Μελχολ τῷ Σαουλ Αὐτὸς εἶπεν Ἐξαπόστειλόν με· εἰ δὲ μή, θανατώσω σε. ( ) 19,18 Καὶ Δαυιδ ἔφυγεν καὶ διεσώθη καὶ παραγίνεται πρὸς Σαμουηλ εἰς Αρμαθαιμ καὶ ἀπαγγέλλει αὐτῷ πάντα, ὅσα ἐποίησεν αὐτῷ Σαουλ, καὶ ἐπορεύθη Δαυιδ καὶ Σαμουηλ καὶ ἐκάθισαν ἐν Ναυαθ ἐν Ραμα. ( ) 19,19 καὶ ἀπηγγέλη τῷ Σαουλ λέγοντες Ἰδοὺ Δαυιδ ἐν Ναυαθ ἐν Ραμα. ( ) 19,20 καὶ ἀπέστειλεν Σαουλ ἀγγέλους λαβεῖν τὸν Δαυιδ, καὶ εἶδαν τὴν ἐκκλησίαν τῶν προφητῶν, καὶ Σαμουηλ εἱστήκει καθεστηκὼς ἐπ αὐτῶν, καὶ ἐγενήθη ἐπὶ τοὺς ἀγγέλους τοῦ Σαουλ πνεῦμα θεοῦ, καὶ προφητεύουσιν. ( )

19,21 καὶ ἀπηγγέλη τῷ Σαουλ, καὶ ἀπέστειλεν ἀγγέλους ἑτέρους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί. καὶ προσέθετο Σαουλ ἀποστεῖλαι ἀγγέλους τρίτους, καὶ ἐπροφήτευσαν καὶ αὐτοί.


( )
19,22 καὶ ἐθυμώθη ὀργῇ Σαουλ καὶ ἐπορεύθη καὶ αὐτὸς εἰς Αρμαθαιμ καὶ ἔρχεται ἕως τοῦ φρέατος τοῦ ἅλω τοῦ ἐν τῷ Σεφι καὶ ἠρώτησεν καὶ εἶπεν Ποῦ Σαμουηλ καὶ Δαυιδ., καὶ εἶπαν Ἰδοὺ ἐν Ναυαθ ἐν Ραμα. ( ) 19,23 καὶ ἐπορεύθη ἐκεῖθεν εἰς Ναυαθ ἐν Ραμα, καὶ ἐγενήθη καὶ ἐπ αὐτῷ πνεῦμα θεοῦ, καὶ ἐπορεύετο προφητεύων ἕως τοῦ ἐλθεῖν αὐτὸν εἰς Ναυαθ ἐν Ραμα. ( ) 19,24 καὶ ἐξεδύσατο τὰ ἱμάτια αὐτοῦ καὶ ἐπροφήτευσεν ἐνώπιον αὐτῶν καὶ ἔπεσεν γυμνὸς ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα· διὰ τοῦτο ἔλεγον Εἰ καὶ Σαουλ ἐν προφήταις., ( ) 20,1 Καὶ ἀπέδρα Δαυιδ ἐκ Ναυαθ ἐν Ραμα καὶ ἔρχεται ἐνώπιον Ιωναθαν καὶ εἶπεν Τί πεποίηκα καὶ τί τὸ ἀδίκημά μου καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου., ( ) 20,2 καὶ εἶπεν αὐτῷ Ιωναθαν Μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου τὸ ῥῆμα τοῦτο., οὐκ ἔστιν τοῦτο. ( )



trouve dans 0 passage(s):
trouve dans 0 liturgie(s):
trouve dans 0 document(s) de référence:
Lu dans le marathon de la parole: Voir heure 13